Tap a Greek word for its lexicon entry; tap a KJV word to light up the word behind it.
GRK
Ἀδελφοί, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πρᾳότητος σκοπῶν σεαυτὸν μὴ καὶ σὺ πειρασθῇς.
KJV
Brethren, if a man be overtaken in a fault, ye which are spiritual, restore such an one in the spirit of meekness; considering thyself, lest thou also be tempted.
GRK
ἀλλήλων τὰ βάρη βαστάζετε καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.
KJV
Bear ye one another’s burdens, and so fulfil the law of Christ.
GRK
εἰ γὰρ δοκεῖ τις εἶναί τι μηδὲν ὤν, ἑαυτόν· φρεναπατᾷ
KJV
For if a man think himself to be something, when he is nothing, he deceiveth himself.
GRK
τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος, καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει καὶ οὐκ εἰς τὸν ἕτερον·
KJV
But let every man prove his own work, and then shall he have rejoicing in himself alone, and not in another.
GRK
ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει.
KJV
For every man shall bear his own burden.
GRK
κοινωνείτω δὲ ὁ κατηχούμενος τὸν λόγον τῷ κατηχοῦντι ἐν πᾶσιν ἀγαθοῖς.
KJV
Let him that is taught in the word communicate unto him that teacheth in all good things.
GRK
μὴ πλανᾶσθε, θεὸς οὐ μυκτηρίζεται· ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει·
KJV
Be not deceived; God is not mocked: for whatsoever a man soweth, that shall he also reap.
GRK
ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ ἐκ τῆς σαρκὸς θερίσει φθοράν, ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον.
KJV
For he that soweth to his flesh shall of the flesh reap corruption; but he that soweth to the Spirit shall of the Spirit reap life everlasting.
GRK
τὸ δὲ καλὸν ποιοῦντες μὴ ἐκκακῶμεν· καιρῷ γὰρ ἰδίῳ θερίσομεν μὴ ἐκλυόμενοι.
KJV
And let us not be weary in well doing: for in due season we shall reap, if we faint not.
GRK
ἄρα οὖν ὡς καιρὸν ἔχομεν ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως.
KJV
As we have therefore opportunity, let us do good unto all men, especially unto them who are of the household of faith.
GRK
Ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί.
KJV
Ye see how large a letter I have written unto you with mine own hand.
GRK
ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵνα μὴ τῷ σταυρῷ τοῦ Χριστοῦ διώκωνται·
KJV
As many as desire to make a fair shew in the flesh, they constrain you to be circumcised; only lest they should suffer persecution for the cross of Christ.
GRK
οὐδὲ γὰρ οἱ περιτεμνόμενοι αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι, ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται.
KJV
For neither they themselves who are circumcised keep the law; but desire to have you circumcised, that they may glory in your flesh.
GRK
ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾽ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ.
KJV
But God forbid that I should glory, save in the cross of our Lord Jesus Christ, by whom the world is crucified unto me, and I unto the world.
GRK
ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τί ἰσχύει οὔτε ἀκροβυστία ἀλλὰ καινὴ κτίσις.
KJV
For in Christ Jesus neither circumcision availeth any thing, nor uncircumcision, but a new creature.
GRK
καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ᾽ αὐτοὺς καὶ ἔλεος καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ θεοῦ.
KJV
And as many as walk according to this rule, peace be on them, and mercy, and upon the Israel of God.
GRK
Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω· ἐγὼ γὰρ τὰ στίγματα τοῦ κυρίου Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω.
KJV
From henceforth let no man trouble me: for I bear in my body the marks of the Lord Jesus.
GRK
Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί. ἀμήν.
KJV
Brethren, the grace of our Lord Jesus Christ be with your spirit. Amen.