Tap a Greek word for its lexicon entry; tap a KJV word to light up the word behind it.
GRK
Γίνεσθε οὖν μιμηταὶ τοῦ θεοῦ ὡς τέκνα ἀγαπητὰ
KJV
Be ye therefore followers of God, as dear children;
GRK
καὶ περιπατεῖτε ἐν ἀγάπῃ καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ θεῷ εἰς ὀσμὴν εὐωδίας.
KJV
And walk in love, as Christ also hath loved us, and hath given himself for us an offering and a sacrifice to God for a sweetsmelling savour.
GRK
Πορνεία δὲ καὶ πᾶσα ἀκαθαρσία ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν καθὼς πρέπει ἁγίοις
KJV
But fornication, and all uncleanness, or covetousness, let it not be once named among you, as becometh saints;
GRK
καὶ αἰσχρότης καὶ μωρολογία ἢ εὐτραπελία τὰ οὐκ ἀνήκοντα ἀλλὰ μᾶλλον εὐχαριστία.
KJV
Neither filthiness, nor foolish talking, nor jesting, which are not convenient: but rather giving of thanks.
GRK
τοῦτο γὰρ ἔστε γινώσκοντες ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ θεοῦ.
KJV
For this ye know, that no whoremonger, nor unclean person, nor covetous man, who is an idolater, hath any inheritance in the kingdom of Christ and of God.
GRK
Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις· διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.
KJV
Let no man deceive you with vain words: for because of these things cometh the wrath of God upon the children of disobedience.
GRK
μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν.
KJV
Be not ye therefore partakers with them.
GRK
ἦτε γάρ ποτε σκότος νῦν δὲ φῶς ἐν κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε,
KJV
For ye were sometimes darkness, but now are ye light in the Lord: walk as children of light:
GRK
ὁ γὰρ καρπὸς τοῦ πνεύματος ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ,
KJV
(For the fruit of the Spirit is in all goodness and righteousness and truth;)
GRK
δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ κυρίῳ.
KJV
Proving what is acceptable unto the Lord.
GRK
καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε·
KJV
And have no fellowship with the unfruitful works of darkness, but rather reprove them.
GRK
τὰ γὰρ κρυφῇ γινόμενα ὑπ᾽ αὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν.
KJV
For it is a shame even to speak of those things which are done of them in secret.
GRK
τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται· πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστιν·
KJV
But all things that are reproved are made manifest by the light: for whatsoever doth make manifest is light.
GRK
διὸ λέγει· Ἔγειραι ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.
KJV
Wherefore he saith, Awake thou that sleepest, and arise from the dead, and Christ shall give thee light.
GRK
Βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε μὴ ὡς ἄσοφοι ἀλλ᾽ ὡς σοφοί,
KJV
See then that ye walk circumspectly, not as fools, but as wise,
GRK
ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν.
KJV
Redeeming the time, because the days are evil.
GRK
διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ κυρίου.
KJV
Wherefore be ye not unwise, but understanding what the will of the Lord is.
GRK
καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν πνεύματι
KJV
And be not drunk with wine, wherein is excess; but be filled with the Spirit;
GRK
λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ κυρίῳ,
KJV
Speaking to yourselves in psalms and hymns and spiritual songs, singing and making melody in your heart to the Lord;
GRK
εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ θεῷ καὶ πατρί·
KJV
Giving thanks always for all things unto God and the Father in the name of our Lord Jesus Christ;
GRK
ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Θεοῦ
KJV
Submitting yourselves one to another in the fear of God.
GRK
Αἱ γυναῖκες, τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε ὡς τῷ κυρίῳ·
KJV
Wives, submit yourselves unto your own husbands, as unto the Lord.
GRK
ὅτι ὁ ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικὸς ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας, καὶ αὐτὸς ἐστιν σωτὴρ τοῦ σώματος·
KJV
For the husband is the head of the wife, even as Christ is the head of the church: and he is the saviour of the body.
GRK
ἀλλ᾽ ὡσπερ ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ οὕτως καὶ αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ἐν παντί.
KJV
Therefore as the church is subject unto Christ, so let the wives be to their own husbands in every thing.
GRK
Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας ἑαυτῶν καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς
KJV
Husbands, love your wives, even as Christ also loved the church, and gave himself for it;
GRK
ἵνα αὐτὴν ἁγιάσῃ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι,
KJV
That he might sanctify and cleanse it with the washing of water by the word,
GRK
ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ᾽ ἵνα ᾖ ἁγία καὶ ἄμωμος.
KJV
That he might present it to himself a glorious church, not having spot, or wrinkle, or any such thing; but that it should be holy and without blemish.
GRK
οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα. ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ·
KJV
So ought men to love their wives as their own bodies. He that loveth his wife loveth himself.
GRK
οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλ᾽ ἐκτρέφει καὶ θάλπει αὐτὴν καθὼς καὶ ὁ κύριος τὴν ἐκκλησίαν,
KJV
For no man ever yet hated his own flesh; but nourisheth and cherisheth it, even as the Lord the church:
GRK
ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ ἐκ τῆς σαρκός αὐτοῦ καί ἐκ τῶν ὀστέων αὐτοῦ.
KJV
For we are members of his body, of his flesh, and of his bones.
GRK
ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.
KJV
For this cause shall a man leave his father and mother, and shall be joined unto his wife, and they two shall be one flesh.
GRK
τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν.
KJV
This is a great mystery: but I speak concerning Christ and the church.
GRK
πλὴν καὶ ὑμεῖς οἱ καθ᾽ ἕνα, ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν, ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.
KJV
Nevertheless let every one of you in particular so love his wife even as himself; and the wife see that she reverence her husband.