Tap a Greek word for its lexicon entry; tap a KJV word to light up the word behind it.
GRK
Καὶ παρέλαβε Γοργίας πεντακισχιλίους ἄνδρας καὶ χιλίαν ἵππον ἐκλεκτὴν, καὶ ἀπῇρεν ἡ παρεμβολὴ νυκτὸς,
KJV
Then took Gorgias five thousand footmen, and a thousand of the best horsemen, and removed out of the camp by night;
GRK
ὥστε ἐπιβαλεῖν ἐπὶ τὴν παρεμβολὴν τῶν Ἰουδαίων, καὶ πατάξαι αὐτοὺς ἄφνω· καὶ οἱ υἱοὶ τῆς ἄκρας ἦσαν αὐτῷ ὁδηγοί.
KJV
To the end he might rush in upon the camp of the Jews, and smite them suddenly. And the men of the fortress were his guides.
GRK
Καὶ ἤκουσεν Ἰούδας, καὶ ἀπῇρεν αὐτὸς καὶ οἱ δυνατοὶ πατάξαι τὴν δύναμιν τοῦ βασιλέως τὴν ἐν Ἐμμαοὺμ,
KJV
Now when Judas heard thereof he himself removed, and the valiant men with him, that he might smite the king’s army which was at Emmaus,
GRK
ἕως ἔτι αἱ δυνάμεις ἐσκορπισμέναι ἦσαν ἀπὸ τῆς παρεμβολῆς.
KJV
While as yet the forces were dispersed from the camp.
GRK
Καὶ ἦλθε Γοργίας εἰς τὴν παρεμβολὴν Ἰούδα νυκτὸς, καὶ οὐδένα εὗρε· καὶ ἐζήτει αὐτοὺς ἐν τοῖς ὄρεσιν, ὅτι εἶπε, φεύγουσιν οὗτοι ἀφʼ ἡμῶν.
KJV
In the mean season came Gorgias by night into the camp of Judas: and when he found no man there, he sought them in the mountains: for said he, These fellows flee from us
GRK
Καὶ ἅμα τῇ ἡμέρᾳ, ὤφθη Ἰούδας ἐν τῷ πεδίῳ ἐν τρισχιλίοις ἀνδράσι· πλὴν καλύμματα καὶ μαχαίρας οὐκ εἶχον καθὼς ἠβούλοντο.
KJV
But as soon as it was day, Judas shewed himself in the plain with three thousand men, who nevertheless had neither armour nor swords to their minds.
GRK
Καὶ εἶδον παρεμβολὴν ἐθνῶν ἰσχυρὰν, τεθωρακισμένην, καὶ ἵππον κυκλοῦσαν αὐτὴν, καὶ οὗτοι διδακτοὶ πολέμου.
KJV
And they saw the camp of the heathen, that it was strong and well harnessed, and compassed round about with horsemen; and these were expert of war.
GRK
Καὶ εἶπεν Ἰούδας τοῖς ἀνδράσι τοῖς μετʼ αὐτοῦ, μὴ φοβεῖσθε τὸ πλῆθος αὐτῶν, καὶ τὸ ὅρμημα αὐτῶν μὴ δειλωθῆτε.
KJV
Then said Judas to the men that were with him, Fear ye not their multitude, neither be ye afraid of their assault.
GRK
Μνήσθητε πῶς ἐσώθησαν οἱ πατέρες ἡμῶν ἐν θαλάσσῃ ἐρυθρᾷ, ὅτε ἐδίωξεν αὐτοὺς Φαραὼ ἐν δυνάμει.
KJV
Remember how our fathers were delivered in the Red sea, when Pharaoh pursued them with an army.
GRK
Καὶ νῦν βοήσωμεν εἰς τὸν οὐρανὸν, εἴπως ἐλεήσει ἡμᾶς, καὶ μνησθήσεται διαθήκης πατέρων ἡμῶν, καὶ συντρίψει τὴν παρεμβολὴν ταύτην κατὰ πρόσωπον ἡμῶν σήμερον.
KJV
Now therefore let us cry unto heaven, if peradventure the Lord will have mercy upon us, and remember the covenant of our fathers, and destroy this host before our face this day:
GRK
Καὶ γνώσεται πάντα τὰ ἔθνη, ὅτι ἐστὶν ὁ λυτρούμενος καὶ σώζων τὸν Ἰσραήλ.
KJV
That so all the heathen may know that there is one who delivereth and saveth Israel.
GRK
Καὶ ᾖραν οἱ ἀλλόφυλοι τοὺς ὀφθαλμοὺς αὐτῶν. καὶ ἴδον αὐτοὺς ἐρχομένους ἐξεναντίας,
KJV
Then the strangers lifted up their eyes, and saw them coming over against them.
GRK
καὶ ἐξῆλθον ἐκ τῆς παρεμβολῆς εἰς πόλεμον· καὶ ἐσάλπισαν οἱ μετὰ Ἰούδα.
KJV
Wherefore they went out of the camp to battle; but they that were with Judas sounded their trumpets.
GRK
Καὶ συνῆψαν, καὶ συνετρίβησαν τὰ ἔθνη, καὶ ἔφυγον εἰς τὸ πεδίον.
KJV
So they joined battle, and the heathen being discomfited fled into the plain.
GRK
Οἱ δὲ ἔσχατοι πάντες ἔπεσον ἐν ῥομφαίᾳ· καὶ ἐδίωξαν αὐτοὺς ἕως Γαζηρὼν καὶ ἕως τῶν πεδίων τῆς Ἰδουμαίας καὶ Ἀζώτου καὶ Ἰαμνίας, καὶ ἔπεσον ἐξ αὐτῶν εἰς ἄνδρας τρισχιλίους.
KJV
Howbeit all the hindmost of them were slain with the sword: for they pursued them unto Gazera, and unto the plains of Idumea, and Azotus, and Jamnia, so that there were slain of them upon a three thousand men.
GRK
Καὶ ἐπέστρεψεν Ἰούδας καὶ ἡ δύναμις ἀπὸ τοῦ διώκειν ὄπισθεν αὐτῶν,
KJV
This done, Judas returned again with his host from pursuing them,
GRK
καὶ εἶπε πρὸς τὸν λαὸν, μὴ ἐπιθυμήσητε τῶν σκύλων, ὅτι πόλεμος ἐξεναντίας ἡμῶν,
KJV
And said to the people, Be not greedy of the spoil inasmuch as there is a battle before us,
GRK
καὶ Γοργίας καὶ ἡ δύναμις ἐν τῷ ὄρει ἐγγὺς ἡμῶν· ἀλλὰ στῆτε νῦν ἐναντίον τῶν ἐχθρῶν ἡμῶν, καὶ πολεμήσατε αὐτοὺς, καὶ μετὰ ταῦτα λήψετε τὰ σκύλα μετὰ παῤῥησίας.
KJV
And Gorgias and his host are here by us in the mountain: but stand ye now against our enemies, and overcome them, and after this ye may boldly take the spoils.
GRK
Ἔτι λαλοῦντος Ἰούδα ταῦτα, ὤφθη μέρος τι ἐκκύπτον ἐκ τοῦ ὄρους.
KJV
As Judas was yet speaking these words, there appeared a part of them looking out of the mountain:
GRK
Καὶ εἶδεν ὅτι τετρόπωνται, καὶ ἐμπυρίζουσι τὴν παρεμβολὴν, ὁ γὰρ καπνὸς θεωρούμενος ἐνεφάνιζε τὸ γεγονός.
KJV
Who when they perceived that the Jews had put their host to flight and were burning the tents; for the smoke that was seen declared what was done:
GRK
Οἱ δὲ ταῦτα συνιδόντες ἐδειλώθησαν σφόδρα· συνιδόντες δὲ καὶ τὴν Ἰούδα παρεμβολὴν ἐν τῷ πεδίῳ ἑτοίμην εἰς παράταξιν,
KJV
When therefore they perceived these things, they were sore afraid, and seeing also the host of Judas in the plain ready to fight,
GRK
ἔφυγον πάντες εἰς γῆν ἀλλοφύλων.
KJV
They fled every one into the land of strangers.
GRK
Καὶ ἀνέστρεψεν Ἰούδας ἐπὶ τὴν σκυλείαν τῆς παρεμβολῆς· καὶ ἔλαβον χρυσίον πολὺ καὶ ἀργύριον καὶ ὑάκινθον καὶ πορφύραν θαλασσίαν καὶ πλοῦτον μέγαν.
KJV
Then Judas returned to spoil the tents, where they got much gold, and silver, and blue silk, and purple of the sea, and great riches.
GRK
Καὶ ἐπιστραφέντες ὕμνουν καὶ εὐλόγουν εἰς οὐρανὸν τὸν Κύριον, ὅτι καλὸν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
KJV
After this they went home, and sung a song of thanksgiving, and praised the Lord in heaven: because it is good, because his mercy endureth forever.
GRK
Καὶ ἐγένετο σωτηρία μεγάλη τῷ Ἰσραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
KJV
Thus Israel had a great deliverance that day.
GRK
Ὅσοι δὲ τῶν ἀλλοφύλων διεσώθησαν, παραγενηθέντες ἀπήγγειλαν τῷ Λυσίᾳ πάντα τὰ συμβεβηκότα.
KJV
Now all the strangers that had escaped came and told Lysias what had happened:
GRK
Ὁ δὲ ἀκούσας συνεχύθη καὶ ἠθύμει, ὅτι οὐχ οἷα ἤθελε, τοιαῦτα γεγόνει τῷ Ἰσραὴλ, καὶ οὐχ οἷα ἐνετείλατο αὐτῷ ὁ βασιλεὺς, τοιαῦτα ἐξέβη.
KJV
Who, when he heard thereof, was confounded and discouraged, because neither such things as he would were done unto Israel, nor such things as the king commanded him were come to pass.
GRK
Καὶ ἐν τῷ ἐχομένῳ ἐνιαυτῷ συνελόχησεν ὁ Λυσίας ἀνδρῶν ἐπιλέκτων ἑξήκοντα χιλιάδας καὶ πεντακισχιλίαν ἵππον, ὥστε ἐκπολεμῆσαι αὐτούς.
KJV
The next year therefore following Lysias gathered together threescore thousand choice men of foot, and five thousand horsemen, that he might subdue them.
GRK
Καὶ ἦλθον εἰς τὴν Ἰδουμαίαν, καὶ παρενέβαλον ἐν Βαιθσούροις, καὶ συνήντησεν αὐτοῖς Ἰούδας ἐν δέκα χιλιάσιν ἀνδρῶν.
KJV
So they came into Idumea, and pitched their tents at Bethsura, and Judas met them with ten thousand men.
GRK
Καὶ εἶδε τὴν παρεμβολὴν ἰσχυρὰν, καὶ προσηύξατο, καὶ εἶπεν, εὐλογητὸς εἶ, ὁ σωτὴρ τοῦ Ἰσραὴλ, ὁ συντρίψας τὸ ὅρμημα τοῦ δυνατοῦ ἐν χειρὶ τοῦ δούλου σου Δαυὶδ, καὶ παρέδωκας τὴν παρεμβολὴν τῶν ἀλλοφύλων εἰς χεῖρας Ἰωνάθαν υἱοῦ Σαοὺλ, καὶ τοῦ αἴροντος τὰ σκεύη αὐτοῦ.
KJV
And when he saw that mighty army, he prayed and said, Blessed art thou, O Saviour of Israel, who didst quell the violence of the mighty man by the hand of thy servant David, and gavest the host of strangers into the hands of Jonathan the son of Saul, and his armourbearer;
GRK
Σύγκλεισον τὴν παρεμβολὴν ταύτην ἐν χειρὶ λαοῦ σου Ἰσραὴλ, καὶ αἰσχυνθήτωσαν ἐπὶ τῇ δυνάμει καὶ τῇ ἵππῳ αὐτῶν.
KJV
Shut up this army in the hand of thy people Israel, and let them be confounded in their power and horsemen:
GRK
Δὸς αὐτοῖς δειλίαν, καὶ τῆξον θράσος ἰσχύος αὐτῶν, καὶ σαλευθήτωσαν τῇ συντριβῇ αὐτῶν.
KJV
Make them to be of no courage, and cause the boldness of their strength to fall away, and let them quake at their destruction:
GRK
Κατάβαλε αὐτοὺς ῥομφαίᾳ ἀγαπώντων σε, καὶ αἰνεσάτωσάν σε πάντες οἱ εἰδότες τὸ ὄνομά σου ἐν ὕμνοις.
KJV
Cast them down with the sword of them that love thee, and let all those that know thy name praise thee with thanksgiving.
GRK
Καὶ συνέβαλον ἀλλήλοις, καὶ ἔπεσον ἐκ τῆς παρεμβολῆς Λυσίου εἰς πεντακισχιλίους ἄνδρας, καὶ ἔπεσον ἐξ ἐναντίας αὐτῶν.
KJV
So they joined battle; and there were slain of the host of Lysias about five thousand men, even before them were they slain.
GRK
Ἰδὼν δὲ Λυσίας τὴν γενομένην τροπὴν, τῆς αὐτοῦ συντάξεως, τῆς δὲ Ἰούδα τὸ γεγενημένον θάρσος, καὶ ὡς ἕτοιμοί εἰσιν ἢ ζῇν ἢ τεθνάναι γενναίως, ἀπῇρεν εἰς Ἀντιόχειαν, καὶ ἐξενολόγει· καὶ πλεονάσας τὸν γενηθέντα στρατὸν, ἐλογίζετο πάλιν παραγενέσθαι εἰς τὴν Ἰουδαίαν.
KJV
Now when Lysias saw his army put to flight, and the manliness of Judas’ soldiers, and how they were ready either to live or die valiantly, he went into Antiochia, and gathered together a company of strangers, and having made his army greater than it was, he purposed to come again into Judea.
GRK
Εἶπε δὲ Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ, Ἰδοὺ συνετρίβησαν οἱ ἐχθροὶ ἡμῶν, ἀναβῶμεν καθαρίσαι τὰ ἅγια καὶ ἐγκαινίσαι.
KJV
Then said Judas and his brethren, Behold, our enemies are discomfited: let us go up to cleanse and dedicate the sanctuary.
GRK
Καὶ συνήχθη ἡ παρεμβολὴ πᾶσα, καὶ ἀνέβησαν εἰς ὄρος Σιών.
KJV
Upon this all the host assembled themselves together, and went up into mount Sion.
GRK
Καὶ ἴδον τὸ ἁγίασμα ἠρημωμένον, καὶ τὸ θυσιαστήριον βεβηλωμένον, καὶ τὰς πύλας κατακεκαυμένας, καὶ ἐν ταῖς αὐλαῖς φυτὰ πεφυκότα ὡς ἐν δρυμῷ ἢ ὡς ἐν ἑνὶ τῶν ὀρέων, καὶ τὰ παστοφόρια καθῃρημένα.
KJV
And when they saw the sanctuary desolate, and the altar profaned, and the gates burned up, and shrubs growing in the courts as in a forest, or in one of the mountains, yea, and the priests’ chambers pulled down;
GRK
Καὶ διέῤῥηξαν τὰ ἱμάτια αὐτῶν, καὶ ἐκόψαντο κοπετὸν μέγαν, καὶ ἐπέθεντο σποδὸν ἐπὶ τὴν κεφαλὴν αὐτῶν.
KJV
They rent their clothes, and made great lamentation, and cast ashes upon their heads,
GRK
Καὶ ἔπεσον ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν, καὶ ἐσάλπισαν ταῖς σάλπιγξι τῶν σημασιῶν, καὶ ἐβόησαν εἰς τὸν οὐρανόν.
KJV
And fell down flat to the ground upon their faces, and blew an alarm with the trumpets, and cried toward heaven.
GRK
Τότε ἐπέταξεν Ἰούδας ἄνδρας πολεμεῖν τοὺς ἐν τῇ ἄκρᾳ, ἕως ἂν καθαρίσῃ τὰ ἅγια.
KJV
Then Judas appointed certain men to fight against those that were in the fortress, until he had cleansed the sanctuary.
GRK
Καὶ ἐπέλεξεν ἱερεῖς ἀμώμους, θελητὰς νόμου.
KJV
So he chose priests of blameless conversation, such as had pleasure in the law:
GRK
Καὶ ἐκαθάρισαν τὰ ἅγια, καὶ ᾖραν τοὺς λίθους τοῦ μιασμοῦ εἰς τόπον ἀκάθαρτον.
KJV
Who cleansed the sanctuary, and bare out the defiled stones into an unclean place.
GRK
Καὶ ἐβουλεύσαντο περὶ τοῦ θυσιαστηρίου τῆς ὁλοκαυτώσεως τοῦ βεβηλωμένου, τί αὐτῷ ποιήσωσι.
KJV
And when as they consulted what to do with the altar of burnt offerings, which was profaned;
GRK
Καὶ ἐπέπεσεν αὐτοῖς βουλὴ ἀγαθὴ, καθελεῖν αὐτὸ, μήποτε γένηται αὐτοῖς εἰς ὄνειδος, ὅτι ἐμίαναν τὰ ἔθνη αὐτό· καὶ καθεῖλον τὸ θυσιαστήριον,
KJV
They thought it best to pull it down, lest it should be a reproach to them, because the heathen had defiled it: wherefore they pulled it down,
GRK
καὶ ἀπέθεντο τοὺς λίθους ἐν τῷ ὄρει τοῦ οἴκου, ἐν τόπῳ ἐπιτηδείῳ, μέχρι τοῦ παραγενηθῆναι προφήτην τοῦ ἀποκριθῆναι περὶ αὐτῶν.
KJV
And laid up the stones in the mountain of the temple in a convenient place, until there should come a prophet to shew what should be done with them.
GRK
Καὶ ἔλαβον λίθους ὁλοκλήρους κατὰ τὸν νόμον, καὶ ᾠκοδόμησαν τὸ θυσιαστήριον καινὸν κατὰ τὸ πρότερον.
KJV
Then they took whole stones according to the law, and built a new altar according to the former;
GRK
Καὶ ᾠκοδόμησαν τὰ ἅγια καὶ τὰ ἐντὸς τοῦ οἴκου, καὶ τὰς αὐλὰς ἡγίασαν.
KJV
And made up the sanctuary, and the things that were within the temple, and hallowed the courts.
GRK
Καὶ ἐποίησαν σκεύη ἅγια καινὰ, καὶ εἰσήνεγκαν τὴν λυχνίαν καὶ τὸ θυσιαστήριον τῶν θυμιαμάτων καὶ τὴν τράπεζαν εἰς τὸν ναόν.
KJV
They made also new holy vessels, and into the temple they brought the candlestick, and the altar of burnt offerings, and of incense, and the table.
GRK
Καὶ ἐθυμίασαν ἐπὶ τὸ θυσιαστήριον, καὶ ἐξῆψαν τοὺς λύχνους τοὺς ἐπὶ τῆς λυχνίας, καὶ ἐφαίνοσαν ἐν τῷ ναῷ.
KJV
And upon the altar they burned incense, and the lamps that were upon the candlestick they lighted, that they might give light in the temple.
GRK
Καὶ ἐπέθηκαν ἐπὶ τὴν τράπεζαν ἄρτους, καὶ ἐξεπέτασαν τὰ καταπετάσματα· καὶ ἐτέλεσαν πάντα τὰ ἔργα ἃ ἐποίησαν.
KJV
Furthermore they set the loaves upon the table, and spread out the veils, and finished all the works which they had begun to make.
GRK
Καὶ ὤρθρισαν τοπρωῒ τῇ πέμπτῃ καὶ εἰκάδι τοῦ μηνὸς τοῦ ἐννάτου· οὗτος ὁ μὴν Χασελεῦ τοῦ ὀγδόου καὶ τεσσαρακοστοῦ καὶ ἑκατοστοῦ ἔτους.
KJV
Now on the five and twentieth day of the ninth month, which is called the month Casleu, in the hundred forty and eighth year, they rose up betimes in the morning,
GRK
Καὶ ἀνήνεγκαν θυσίαν κατὰ τὸν νόμον ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων τὸ καινὸν ὃ ἐποίησαν.
KJV
And offered sacrifice according to the law upon the new altar of burnt offerings, which they had made.
GRK
Κατὰ τὸν καιρὸν καὶ κατὰ τὴν ἡμέραν ἐν ᾗ ἐβεβήλωσαν αὐτὸ τὰ ἔθνη, ἐν ἐκείνῃ ἐνεκαινίσθη ἐν ᾠδαῖς καὶ κιθάραις καὶ κινύραις, καὶ ἐν κυμβάλοις.
KJV
Look, at what time and what day the heathen had profaned it, even in that was it dedicated with songs, and citherns, and harps, and cymbals.
GRK
Καὶ ἔπεσον πᾶς ὁ λαὸς ἐπὶ πρόσωπον, καὶ προσεκύνησαν, καὶ εὐλόγησαν εἰς οὐρανὸν τὸν εὐοδώσαντα αὐτοῖς.
KJV
Then all the people fell upon their faces, worshipping and praising the God of heaven, who had given them good success.
GRK
Καὶ ἐποίησαν τὸν ἐγκαινισμὸν τοῦ θυσιαστηρίου ἡμέρας ὀκτὼ, καὶ προσήνεγκαν ὁλοκαυτώματα μετʼ εὐφροσύνης, καὶ ἔθυσαν θυσίαν σωτηρίου καὶ αἰνέσεως.
KJV
And so they kept the dedication of the altar eight days and offered burnt offerings with gladness, and sacrificed the sacrifice of deliverance and praise.
GRK
Καὶ κατεκόσμησαν τὸ κατὰ πρόσωπον τοῦ ναοῦ στεφάνοις χρυσοῖς καὶ ἀσπιδίσκαις, καὶ ἐνεκαίνισν τὰς πύλας καὶ τὰ παστοφόρια, καὶ ἐθύρωσαν αὐτά.
KJV
They decked also the forefront of the temple with crowns of gold, and with shields; and the gates and the chambers they renewed, and hanged doors upon them.
GRK
Καὶ ἐγενήθη εὐφροσύνη μεγάλη ἐν τῷ λαῷ σφόδρα, καὶ ἀπεστράφη ὄνειδος ἐθνῶν.
KJV
Thus was there very great gladness among the people, for that the reproach of the heathen was put away.
GRK
Καὶ ἔστησεν Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶσα ἡ ἐκκλησία Ἰσραὴλ, ἵνα ἄγωνται αἱ ἡμέραι ἐγκαινισμοῦ τοῦ θυσιαστηρίου ἐν τοῖς καιροῖς αὐτῶν ἐνιαυτὸν κατʼ ἐνιαυτὸν ἡμέρας ὀκτὼ, ἀπὸ τῆς πέμπτης καὶ εἰκάδος τοῦ μηνὸς Χασελεῦ, μετʼ εὐφροσύνης καὶ χαρᾶς.
KJV
Moreover Judas and his brethren with the whole congregation of Israel ordained, that the days of the dedication of the altar should be kept in their season from year to year by the space of eight days, from the five and twentieth day of the month Casleu, with mirth and gladness.
GRK
Καὶ ᾠκοδόμησαν ἐν τῷ καιρῷ ἐκείνῳ τὸ ὄρος Σιὼν, κυκλόθεν τείχη ὑψηλὰ καὶ πύργους ὀχυροὺς, μήποτε παραγενηθέντα τὰ ἔθνη καταπατήσωσιν αὐτὰ, ὡς ἐποίησαν τοπρότερον.
KJV
At that time also they builded up the mount Sion with high walls and strong towers round about, lest the Gentiles should come and tread it down as they had done before.
GRK
Καὶ ἐπέταξεν ἐκεῖ δύναμιν τηρεῖν αὐτὸ, καὶ ὠχύρωσαν αὐτὸ τηρεῖν τὴν Βαιθσούραν, τοῦ ἔχειν τὸν λαὸν ὀχύρωμα κατὰ πρόσωπον τῆς Ἰδουμαίας.
KJV
And they set there a garrison to keep it, and fortified Bethsura to preserve it; that the people might have a defence against Idumea.