Parallel

Tap a Greek word for its lexicon entry; tap a KJV word to light up the word behind it.

1
GRK Τότε Σισίννης ἔπαρχος κοίλης Συρίας καὶ Φοινίκης, καὶ Σαθραβουζάνης, καὶ οἱ συνεταῖροι κατακολουθήσαντες τοῖς ὑπὸ τοῦ βασιλέως Δαρείου προσταγεῖσιν,
KJV Then Sisinnes the governor of Celosyria and Phenice, and Sathrabuzanes, with their companions following the commandments of king Darius,
2
GRK ἐπεστάτουν τῶν ἱερῶν ἔργων ἐπιμελέστερον συνεργοῦντες τοῖς πρεσβυτέροις τῶν Ἰουδαίων καὶ ἱεροστάταις.
KJV Did very carefully oversee the holy works, assisting the ancients of the Jews and governors of the temple.
3
GRK Καὶ εὔοδα ἐγίνετο τὰ ἱερὰ ἔργα, προφητευόντων Ἀγγαίου καὶ Ζαχαρίου τῶν προφητῶν.
KJV And so the holy works prospered, when Aggeus and Zacharias the prophets prophesied.
4
GRK Καὶ συνετέλεσαν ταῦτα διὰ προστάγματος Κυρίου Θεοῦ Ἰσραήλ· καὶ μετὰ τῆς γνώμης τοῦ Κύρου καὶ Δαρείου καὶ Ἀρταξέρξου βασιλέων Περσῶν,
KJV And they finished these things by the commandment of the Lord God of Israel, and with the consent of Cyrus, Darius, and Artexerxes, kings of Persia.
5
GRK συνετελέσθη ὁ οἶκος ὁ ἅγιος ἕως τρίτης καὶ εἰκάδος μηνὸς Ἄδαρ, τοῦ ἕκτου ἔτους βασιλέως Δαρείου.
KJV And thus was the holy house finished in the three and twentieth day of the month Adar, in the sixth year of Darius king of the Persians
6
GRK Καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ, καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ λοιποὶ οἱ ἐκ τῆς αἰχμαλωσίας οἱ προστεθέντες, ἀκολούθως τοῖς ἐν τῇ Μωυσέως βίβλῳ.
KJV And the children of Israel, the priests, and the Levites, and others that were of the captivity, that were added unto them, did according to the things written in the book of Moses.
7
GRK Καὶ προσήνεγκαν εἰς τὸν ἐγκαινισμὸν τοῦ ἱεροῦ τοῦ Κυρίου ταύρους ἑκατὸν, κριοὺς διακοσίους, ἄρνας τετρακοσίους,
KJV And to the dedication of the temple of the Lord they offered an hundred bullocks two hundred rams, four hundred lambs;
8
GRK χιμάρους ὑπὲρ ἁμαρτίας παντὸς τοῦ Ἰσραὴλ δώδεκα πρὸς ἀριθμὸν, ἐκ τῶν φυλάρχων τοῦ Ἰσραὴλ δώδεκα.
KJV And twelve goats for the sin of all Israel, according to the number of the chief of the tribes of Israel.
9
GRK Καὶ ἔστησαν οἱ ἱερεῖς καὶ οἱ Λενῖται κατὰ φυλὰς ἐστολισμένοι ἐπὶ τῶν ἔργων Κυρίου Θεοῦ Ἰσραὴλ ἀκολούθως τῇ Μωυσέως βίβλῳ, καὶ οἱ θυρωροὶ ἐφʼ ἑκάστου πυλῶνος.
KJV The priests also and the Levites stood arrayed in their vestments, according to their kindreds, in the service of the Lord God of Israel, according to the book of Moses: and the porters at every gate.
10
GRK Καὶ ἠγάγοσαν οἱ υἱοὶ Ἰσραὴλ τῶν ἐκ τῆς αἰχμαλωσίας τὸ πάσχα ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ πρώτου μηνὸς, ὅτε ἡγνίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται,
KJV And the children of Israel that were of the captivity held the passover the fourteenth day of the first month, after that the priests and the Levites were sanctified.
11
GRK ἅμα καὶ πάντες οἱ υἱοὶ τῆς αἰχμαλωσίας, ὅτι ἡγνίσθησαν· ὅτι οἱ Λευῖται ἅμα πάντες ἡγνίσθησαν.
KJV They that were of the captivity were not all sanctified together: but the Levites were all sanctified together.
12
GRK Καὶ ἔθυσαν τὸ πάσχα πᾶσι τοῖς υἱοῖς τοῖς αἰχμαλωσίας, καὶ τοῖς ἀδελφοῖς αὐτῶν τοῖς ἱερεῦσι, καὶ ἑαυτοῖς.
KJV And so they offered the passover for all them of the captivity, and for their brethren the priests, and for themselves.
13
GRK Καὶ ἐφάγοσαν οἱ υἱοὶ Ἰσραὴλ οἱ ἐκ τῆς αἰχμαλωσίας, πάντες οἱ χωρισθέντες ἀπὸ τῶν βδελυγμάτων τῶν ἐθνῶν τῆς γῆς, ζητοῦντες τὸν Κύριον·
KJV And the children of Israel that came out of the captivity did eat, even all they that had separated themselves from the abominations of the people of the land, and sought the Lord.
14
GRK Καὶ ἠγάγοσαν τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας εὐφραινόμενοι ἔναντι Κυρίου,
KJV And they kept the feast of unleavened bread seven days, making merry before the Lord,
15
GRK ὅτι μετέστρεψε τὴν βουλὴν τοῦ βασιλέως Ἀσσυρίων ἐπʼ αὐτοὺς, κατισχῦσαι τὰς χεῖρας αὐτῶν ἐπὶ τὰ ἔργα Κυρίου Θεοῦ Ἰσραήλ.
KJV For that he had turned the counsel of the king of Assyria toward them, to strengthen their hands in the works of the Lord God of Israel.