Parallel

Tap a Greek word for its lexicon entry; tap a KJV word to light up the word behind it.

1
GRK Μετὰ δὲ ταῦτα ἐξελέγησαν ἀναβῆναι ἀρχηγοὶ οἴκου πατριῶν κατὰ φυλὰς αὐτῶν, καὶ αἱ γυναῖκες αὐτῶν, καὶ οἱ υἱοὶ αὐτῶν, καὶ αἱ θυγατέρες, καὶ οἱ παῖδες αὐτῶν, καὶ αἱ παιδίσκαι, καὶ τὰ κτήνη αὐτῶν.
KJV After this were the principal men of the families chosen according to their tribes, to go up with their wives and sons and daughters, with their menservants and maidservants, and their cattle.
2
GRK Καὶ Δαρεῖος συναπέστειλε μετʼ αὐτῶν ἱππεῖς χιλίους, ἕως τοῦ ἀποκαταστῆσαι αὐτοὺς εἰς Ἱερουσαλὴμ μετʼ εἰρήνης, καὶ μετὰ μουσικῶν, τυμπάνων, καὶ αὐλῶν.
KJV And Darius sent with them a thousand horsemen, till they had brought them back to Jerusalem safely, and with musical instruments tabrets and flutes.
3
GRK Καὶ πάντες οἱ ἀδελφοὶ αὐτῶν παίζοντες, καὶ ἐποίησεν αὐτοὺς συναναβῆναι μετʼ ἐκείνων.
KJV And all their brethren played, and he made them go up together with them.
4
GRK Καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν τῶν ἀναβαινόντων κατὰ πατριὰς αὐτῶν εἰς τὰς φυλὰς, ἐπὶ τὴν μεριδαρχίαν αὐτῶν.
KJV And these are the names of the men which went up, according to their families among their tribes, after their several heads.
5
GRK Οἱ ἱερεῖς υἱοὶ Φινεὲς, υἱοὶ Ἀαρὼν, Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ τοῦ Σαραίου, καὶ Ἰωακὶμ ὁ τοῦ Ζοροβάβελ τοῦ Σαλαθιὴλ ἐκ τοῦ οἴκου τοῦ Δαυὶδ, ἐκ τῆς γενεᾶς Φαρὲς, φυλῆς δὲ Ἰούδα,
KJV The priests, the sons of Phinees the son of Aaron: Jesus the son of Josedec, the son of Saraias, and Joacim the son of Zorobabel, the son of Salathiel, of the house of David, out of the kindred of Phares, of the tribe of Judah;
6
GRK ὃς ἐλάλησεν ἐπὶ Δαρείου τοῦ βασιλέως Περσῶν λόγους σοφοὺς ἐν τῷ δευτέρῳ ἔτει τῆς βασιλείας αὐτοῦ, μηνὶ Νισὰν τοῦ πρώτου μηνός.
KJV Who spake wise sentences before Darius the king of Persia in the second year of his reign, in the month Nisan, which is the first month.
7
GRK Εἰσὶ δὲ οὗτοι οἱ ἐκ τῆς γῆς Ἰουδαίας ἀναβάντες ἐκ τῆς αἰχμαλωσίας τῆς παροικίας, οὓς μετῴκισε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος εἰς Βαβυλῶνα.
KJV And these are they of Jewry that came up from the captivity, where they dwelt as strangers, whom Nabuchodonosor the king of Babylon had carried away unto Babylon.
8
GRK Καὶ ἐπέστρεψαν εἰς Ἱερουσαλὴμ καὶ τὴν λοιπὴν Ἰουδαίαν ἕκαστος εἰς τὴς ἰδίαν πόλιν, οἱ ἐλθόντες μετὰ Ζοροβάβελ, καὶ Ἰησοῦ, Νεεμίου, Ζαραίου, Ῥησαίου, Ἐνηνέος, Μαρδοχαίου, Βεελσάρου, Ἀσφαράσου, Ῥεελίου, Ῥοΐμου, Βαανὰ, τῶν προηγουμένων αὐτῶν.
KJV And they returned unto Jerusalem, and to the other parts of Jewry, every man to his own city, who came with Zorobabel, with Jesus, Nehemias, and Zacharias, and Reesaias, Enenius, Mardocheus. Beelsarus, Aspharasus, Reelius, Roimus, and Baana, their guides.
9
GRK Ἀριθμὸς τῶν ἀπὸ τοῦ ἔθνους καὶ οἱ προηγούμενοι αὐτῶν· υἱοὶ Φόρος, δύο χιλιάδες καὶ ἑκατὸν ἑβδομηκονταδύο· υἱοὶ Σαφὰτ, τετρακόσιοι ἑβδομηκονταδύο.
KJV The number of them of the nation, and their governors, sons of Phoros, two thousand an hundred seventy and two; the sons of Saphat, four hundred seventy and two:
10
GRK Υἱοὶ Ἀρὲς, ἑπτακόσιοι πεντηκονταέξ.
KJV The sons of Ares, seven hundred fifty and six:
11
GRK Υἱοὶ Φαὰθ Μωὰβ εἰς τοὺς υἱοὺς Ἰησοῦ καὶ Ἰωὰβ, δισχίλιοι ὀκτακόσιοι δεκαδύο.
KJV The sons of Phaath Moab, two thousand eight hundred and twelve:
12
GRK Υἱοὶ Ἠλὰμ, χίλιοι διακόσιοι πεντηκοντατέσσαρες· υἱοὶ Ζαθουῒ, ἐννακόσιοι ἑβδομηκονταπέντε· υἱοὶ Χορβὲ, ἑπτακόσιοι πέντε· υἱοὶ Βανί, ἑξακόσιοι τεσσαρακονταοκτώ.
KJV The sons of Elam, a thousand two hundred fifty and four: the sons of Zathul, nine hundred forty and five: the sons of Corbe, seven hundred and five: the sons of Bani, six hundred forty and eight:
13
GRK Υἱοὶ Βηβαὶ, ἑξακόσιοι τριακοντατρεῖς· υἱοὶ Ἀργαὶ, χίλιοι τριακόσιοι εἰκοσιδύο.
KJV The sons of Bebai, six hundred twenty and three: the sons of Sadas, three thousand two hundred twenty and two:
14
GRK Υἱοὶ Ἀδωνικὰν, ἑξακόσιοι τριακονταεπτά. υἱοὶ Βαγοῒ, δισχίλιοι ἑξακόσιοι ἕξ· υἱοὶ Ἀδινοὺ, τετρακόσιοι πεντηκοντατέσσαρες·
KJV The sons of Adonikam, six hundred sixty and seven: the sons of Bagoi, two thousand sixty and six: the sons of Adin, four hundred fifty and four:
15
GRK Υἱοὶ Ἀτὴρ Ἐζεκίου, ἐννενηκονταδύο· υἱοὶ Κιλὰν, καὶ Ἀζηνὰν, ἑξηκονταεπτά· υἱοὶ Ἀζαροὺ, τετρακόσιοι τριακονταδύο.
KJV The sons of Aterezias, ninety and two: the sons of Ceilan and Azetas threescore and seven: the sons of Azuran, four hundred thirty and two:
16
GRK Υἱοὶ Ἁννὶς, ἑκατὸν εἷς· υἱοὶ Ἀρὸμ, τριακονταδύο· υἱοὶ Βασσαὶ, τριακόσιοι εἰκοσιτρεῖς· υἱοὶ Ἀρσιφουρὶθ, ἑκατὸν δύο.
KJV The sons of Ananias, an hundred and one: the sons of Arom, thirty two: and the sons of Bassa, three hundred twenty and three: the sons of Azephurith, an hundred and two:
17
GRK Υἱοὶ Βαιτηροὺς, τρισχίλιοι πέντε· υἱοὶ ἐκ Βαιθλωμῶν, ἑκατὸν εἰκοσιτρεῖς.
KJV The sons of Meterus, three thousand and five: the sons of Bethlomon, an hundred twenty and three:
18
GRK Οἱ ἐκ Νετωφὰς, πεντηκονταπέντε· οἱ ἐξ Ἀναθὼθ, ἑκατὸν πεντηκονταοκτώ· οἱ ἐκ Βαιθασμὼν, τεσσαρακονταδύο.
KJV They of Netophah, fifty and five: they of Anathoth, an hundred fifty and eight: they of Bethsamos, forty and two:
19
GRK Οἱ ἐκ Καριαθιρὶ, εἰκοσιπέντε· οἱ ἐκ Καφείρας, καὶ Βηρὼγ, ἑπτακόσιοι τεσσαρακοντατρεῖς.
KJV They of Kiriathiarius, twenty and five: they of Caphira and Beroth, seven hundred forty and three: they of Pira, seven hundred:
20
GRK Οἱ Χαδιασαὶ καὶ Ἁμμίδιοι, τετρακόσιοι εἰκοσιδύο· οι ἐκ Κιραμᾶς καὶ Γαββῆς, ἑξακόσιοι εἴκοσι εἷς.
KJV They of Chadias and Ammidoi, four hundred twenty and two: they of Cirama and Gabdes, six hundred twenty and one:
21
GRK Οἱ ἐκ Μακαλὼν, ἑκατὸν εἰκοσιδύο· οἱ ἐκ Βετολίῳ, πεντηκονταδύο· υἱοὶ Νιφὶς, ἑκατὸν πεντηκονταέξ.
KJV They of Macalon, an hundred twenty and two: they of Betolius, fifty and two: the sons of Nephis, an hundred fifty and six:
22
GRK Υἱοὶ Καλαμωλάλου, καὶ Ὠνοὺς, ἑπτακόσιοι εἰκοσιπέντε· υἱοὶ Ἱερεχοὺ, διακόσιοι τεσσαρακονταπέντε.
KJV The sons of Calamolalus and Onus, seven hundred twenty and five: the sons of Jerechus, two hundred forty and five:
23
GRK Υἱοὶ Σανάας, τρισχίλιοι τριακόσιοι εἷς.
KJV The sons of Annas, three thousand three hundred and thirty.
24
GRK Οἱ ἱερεῖς οἱ υἱοὶ Ἰεδδοὺ τοῦ Ἰησοῦ εἰς τοὺς υἱοὺς Σανασὶβ, ὀκτακόσιοι ἑβδομηκονταδύο· υἱοὶ Ἐμμηροὺθ, διακόσιοι πεντηκονταδύο.
KJV The priests: the sons of Jeddu, the son of Jesus among the sons of Sanasib, nine hundred seventy and two: the sons of Meruth, a thousand fifty and two:
25
GRK Υἱοὶ Φασσούρου, χίλιοι τεσσαρακονταεπτά· υἱοὶ Χαρμι, διακόσιοι δεκαεπτά.
KJV The sons of Phassaron, a thousand forty and seven: the sons of Carme, a thousand and seventeen.
26
GRK Οἱ Λευῖται οἱ υἱοὶ Ἰησοῦ, καὶ Καδοήλου, καὶ Βάννου, καὶ Σουδίου, ἑβδομηκοντατέσσαρες·
KJV The Levites: the sons of Jessue, and Cadmiel, and Banuas, and Sudias, seventy and four.
27
GRK Οἱ ἱεροψάλται υἱοὶ Ἀσὰρ, ἑκατὸν εἰκοσιοκτώ.
KJV The holy singers: the sons of Asaph, an hundred twenty and eight.
28
GRK Οἱ θυρωροὶ υἱοὶ Σαλοὺμ, υἱοὶ Ἀτὰρ, υἱοὶ Τολμὰν, υἱοὶ Δακοὺβ, Ἀτητὰ, υἱοὶ Τωβὶς, πάντες ἑκατὸν τριακονταεννέα.
KJV The porters: the sons of Salum, the sons of Jatal, the sons of Talmon, the sons of Dacobi, the sons of Teta, the sons of Sami, in all an hundred thirty and nine.
29
GRK Οἱ ἱερόδουλοι, υἱοὶ Ἡσαὺ, υἱοὶ Ἀσιφὰ, υἱοὶ Ταβαὼθ, υἱοὶ Κηρὰς, υἱοὶ Σουδὰ, υἱοὶ Φαλαίου, υἱοὶ Λαβανὰ, υἱοὶ Ἀγραβὰ,
KJV The servants of the temple: the sons of Esau, the sons of Asipha, the sons of Tabaoth, the sons of Ceras, the sons of Sud, the sons of Phaleas, the sons of Labana, the sons of Graba,
30
GRK Υἱοὶ Ἀκοὺδ, υἱοὶ Οὐτὰ, υἱοὶ Κητὰβ, υἱοὶ Ἀκκαβὰ, υἱοὶ Συβαῒ, υἱοὶ Ἀνὰν, υἱοὶ Καθουὰ, υἱοὶ Γεδδοὺρ,
KJV The sons of Acua, the sons of Uta, the sons of Cetab, the sons of Agaba, the sons of Subai, the sons of Anan, the sons of Cathua, the sons of Geddur,
31
GRK Υἱοὶ Ἰαΐρου, υἱοὶ Δαισὰν, υἱοὶ Νοεβὰ, υἱοὶ Χασεβά, υἱοὶ Καζηρὰ, υἱοὶ Ὀζίου, υἱοὶ Φινοὲ, υἱοὶ Ἀσαρὰ, υἱοὶ Βασθαῒ, υἱοὶ Ἀσσανὰ, υἱοὶ Μανὶ, υἱοὶ Ναφισὶ, υἱοὶ Ἀκοὺφ, υἱοὶ Ἀχιβὰ, υἱοὶ Ἀσοὺβ, υἱοὶ Φαρακὲμ, υἱοὶ Βασαλὲμ,
KJV The sons of Airus, the sons of Daisan, the sons of Noeba, the sons of Chaseba, the sons of Gazera, the sons of Azia, the sons of Phinees, the sons of Azare, the sons of Bastai, the sons of Asana, the sons of Meani, the sons of Naphisi, the sons of Acub, the sons of Acipha, the sons of Assur, the sons of Pharacim, the sons of Basaloth,
32
GRK Υἱοὶ Μεεδδὰ, υἱοὶ Κουθὰ, υἱοὶ Χαρέα, υἱοὶ Βαρχουὲ, υἱοὶ Σερὰρ, υἱοὶ Θομοῒ, υἱοὶ Νασί, υἱοὶ Ἀτεφά·
KJV The sons of Meeda, the sons of Coutha, the sons of Charea, the sons of Charcus, the sons of Aserer, the sons of Thomoi, the sons of Nasith, the sons of Atipha.
33
GRK Υἱοὶ παίδων Σαλωμὼν, υἱοὶ Ἀσσαπφιὼθ, υἱοὶ Φαριρὰ, υἱοὶ Ἰειηλὶ, υἱοὶ Λοζὼν, υἱοὶ Ἰσδαὴλ, υἱοὶ Σαφυῒ,
KJV The sons of the servants of Solomon: the sons of Azaphion, the sons of Pharira, the sons of Jeeli, the sons of Lozon, the sons of Israel, the sons of Sapheth,
34
GRK Υἱοὶ Ἁγιὰ, υἱοὶ Φακαρὲθ, υἱοὶ Σαβιὴ, υἱοὶ Σαρωθὶ, υἱοὶ Μισαίας, υἱοὶ Γὰς, υἱοὶ Ἀδδοὺς, υἱοὶ Σουβὰ, υἱοὶ Ἀφεῤῥὰ, υἱοὶ Βαρωδὶς, υἱοὶ Σαφὰγ, υἱοὶ Ἀλλώμ·
KJV The sons of Hagia, the sons of Pharacareth, the sons of Sabi, the sons of Sarothie, the sons of Masias, the sons of Gar, the sons of Addus, the sons of Suba, the sons of Apherra, the sons of Barodis, the sons of Sabat, the sons of Allom.
35
GRK Πάντες οἱ ἱερόδουλοι, καὶ οἱ υἱοὶ τῶν παίδων Σαλωμὼν τριακόσιοι ἑβδομηκονταδύο.
KJV All the ministers of the temple, and the sons of the servants of Solomon, were three hundred seventy and two.
36
GRK Οὗτοι ἀναβάντες ἀπὸ Θερμελὲθ, καὶ Θελερσὰς, ἡγούμενος αὐτῶν Χαρααθαλὰν, καὶ Ἀλάρ.
KJV These came up from Thermeleth and Thelersas, Charaathalar leading them, and Aalar;
37
GRK Καὶ οὐκ ἠδύναντο ἀπαγγεῖλαι τὰς πατριὰς αὐτῶν καὶ γενεὰς, ὡς ἐκ τοῦ Ἰσραήλ εἰσιν· υἱοὶ Δαλὰν τοῦ υἱοῦ τοῦ Βαενὰν, υἱοὶ Νεκωδὰν, ἑξακόσιοι πεντη· κονταδύο.
KJV Neither could they shew their families, nor their stock, how they were of Israel: the sons of Ladan, the son of Ban, the sons of Necodan, six hundred fifty and two.
38
GRK Καὶ ἐκ τῶν ἱερέων οἱ ἐμποιούμενοι ἱερωσύνης, καὶ οὐχ εὑρέθησαν, υἱοὶ Ὀβδία, υἱοὶ Ἁκβὼς, υἱοὶ Ἰαδδοὺ τοῦ λαβόντος Αὐγίαν γυναῖκα τῶν θυγατέρων Φαηζελδαίου, καὶ ἐκλήθη ἐπὶ τῷ ὀνόματι αὐτοῦ.
KJV And of the priests that usurped the office of the priesthood, and were not found: the sons of Obdia, the sons of Accoz, the sons of Addus, who married Augia one of the daughters of Barzelus, and was named after his name.
39
GRK Καὶ τούτων ζητηθείσης τῆς γενικῆς γραφῆς ἐν τῷ καταλοχισμῷ καὶ μὴ εὑρεθείσης, ἐχωρίσθησαν τοῦ ἱερατεύειν.
KJV And when the description of the kindred of these men was sought in the register, and was not found, they were removed from executing the office of the priesthood:
40
GRK Καὶ εἶπεν αὐτοῖς Νεεμίας καὶ Ἀτθαρίας, μὴ μετέχειν τῶν ἁγίων ἕως ἀναστῇ ἀρχιερεὺς ἐνδεδυμένος τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν.
KJV For unto them said Nehemias and Atharias, that they should not be partakers of the holy things, till there arose up an high priest clothed with doctrine and truth.
41
GRK Οἱ δὲ πάντες Ἰσραὴλ ἦσαν ἀπὸ δωδεκαετοῦς καὶ ἐπάνω χωρὶς παίδων καὶ παιδισκῶν, μυριάδες τέσσαρες δισχίλιοι τριακόσιοι ἑξήκοντα.
KJV So of Israel, from them of twelve years old and upward, they were all in number forty thousand, beside menservants and womenservants two thousand three hundred and sixty.
42
GRK Παῖδες τούτων καὶ παιδίσκαι, ἑπτακισχίλιοι τριακόσιοι τριακονταεπτά. ψάλται καὶ ψαλτῳδοὶ, διακόσιοι τεσσαρακονταπέντε·
KJV Their menservants and handmaids were seven thousand three hundred forty and seven: the singing men and singing women, two hundred forty and five:
43
GRK Κάμηλοι τετρακόσιοι τριακονταπέντε, καὶ ἵπποι ἑπτακισχίλιοι τριακονταὲξ, ἡμίονοι διακόσιοι τεσσαράκοντα πέντε, ὑποζύλια πεντακισχίλια πεντακόσια εἰκοσιπέντε.
KJV Four hundred thirty and five camels, seven thousand thirty and six horses, two hundred forty and five mules, five thousand five hundred twenty and five beasts used to the yoke.
44
GRK Καὶ ἐκ τῶν ἡγουμένων κατὰ τὰς πατριὰς ἐν τῷ παραγίνεσθαι αὐτούς εἰς τὸ ἱερὸν τοῦ Θεοῦ τὸ ἐν Ἱερουσαλὴμ, ηὔξαντο ἐγεῖραι τὸν οἶκον ἐπὶ τοὺ τοῦ τόπου αὐτοῦ κατὰ τὴν αὐτῶν δύναμιν,
KJV And certain of the chief of their families, when they came to the temple of God that is in Jerusalem, vowed to set up the house again in his own place according to their ability,
45
GRK καὶ δοῦναι εἰς τὸ ἱερὸν γαζοφυλάκιον τῶν ἔργων, χρυσίου μνᾶς χιλίας καὶ ἀργυρίου μνᾶς πεντακισχιλίας, καὶ στολὰς ἱερατικὰς ἑκατόν.
KJV And to give into the holy treasury of the works a thousand pounds of gold, five thousand of silver, and an hundred priestly vestments.
46
GRK Καὶ κατῳκίσθησαν οἱ ἱερεῖς, καὶ οἱ Λευεῖται, καὶ οἱ ἐκ τοῦ λαοῦ αὐτοῦ ἐν Ἱερουσαλὴμ καὶ τῇ χώρᾳ, οἵ τε ἱεροψάλται, καὶ οἱ θυρωροὶ, καὶ πᾶς Ἰσραὴλ ἐν ταῖς κώμαις αὐτῶν.
KJV And so dwelt the priests and the Levites and the people in Jerusalem, and in the country, the singers also and the porters; and all Israel in their villages.
47
GRK Ἐνστάντος δὲ τοῦ ἑβδόμον μηνὸς, καὶ ὄντων τῶν υἱῶν Ἰσραὴλ ἑκάστου ἐν τοῖς ἰδίοις, συνήχθησαν ὁμοθυμαδὸν εἰς τὸ εὐρύχωρον τοῦ πρώτου πυλῶνος τοῦ πρὸς τῇ ἀνατολῇ.
KJV But when the seventh month was at hand, and when the children of Israel were every man in his own place, they came all together with one consent into the open place of the first gate which is toward the east.
48
GRK Καὶ καταστὰς Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ καὶ οἱ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς, καὶ Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ καὶ οἱ τούτου ἀδελφοὶ, ἡτοίμασαν τὸ θυσιαστήριον τοῦ Θεοῦ Ἰσραὴλ,
KJV Then stood up Jesus the son of Josedec, and his brethren the priests and Zorobabel the son of Salathiel, and his brethren, and made ready the altar of the God of Israel,
49
GRK προσενέγκαι ἐπʼ αὐτοῦ ὁλοκαυτώσεις, ἀκολούθως τοῖς ἐν τῇ Μωσέως βίβλῳ τοῦ ἀνθρώπου τοῦ Θεοῦ διηγορευμένοις.
KJV To offer burnt sacrifices upon it, according as it is expressly commanded in the book of Moses the man of God.
50
GRK Καὶ ἐπισυνήχθησαν αὐτοῖς ἐκ τῶν ἄλλων ἐθνῶν τῆς γῆς, καὶ κατώρθωσαν τὸ θυσιαστήριον ἐπὶ τοῦ τόπου αὐτῶν, ὅτι ἐν ἔχθρᾳ ἦσαν αὐτοῖς, καὶ κατίσχυσαν αὐτοὺς πάντα τὰ ἔθνη τὰ ἐπὶ τῆς γῆς· καὶ ἀνέφερον θυσίας κατὰ τὸν καιρὸν, καὶ ὁλοκαυτώματα Κυρίῳ τὸ πρωϊνὸν καὶ τὸ δειλινόν.
KJV And there were gathered unto them out of the other nations of the land, and they erected the altar upon his own place, because all the nations of the land were at enmity with them, and oppressed them; and they offered sacrifices according to the time, and burnt offerings to the Lord both morning and evening.
51
GRK Καὶ ἐγάγοσαν τὴν τῆς σκηνοπηγίας ἑορτὴν, ὡς ἐπιτέτακται ἐν τῷ νόμῳ, καὶ θυσίας καθʼ ἡμέραν, ὡς προσῆκον ἦν·
KJV Also they held the feast of tabernacles, as it is commanded in the law, and offered sacrifices daily, as was meet:
52
GRK καὶ μετὰ ταῦτα προσφορὰς ἐνδελεχισμοῦ, καὶ θυσίας σαββάτων καὶ νουμηνιῶν καὶ ἑορτῶν πασῶν ἡγιασμένων.
KJV And after that, the continual oblations, and the sacrifice of the sabbaths, and of the new moons, and of all holy feasts.
53
GRK Καὶ ὅσοι ηὔξαντο εὐχὴν τῷ Θεῷ ἀπὸ τῆς νουμηνίας τοῦ ἑβδόμου μηνὸς, ἤρξαντο προσφέρειν θυσίας τῷ Θεῷ, καὶ ὁ ναὸς τοῦ Θεοῦ οὔπω ᾠκοδόμητο.
KJV And all they that had made any vow to God began to offer sacrifices to God from the first day of the seventh month, although the temple of the Lord was not yet built.
54
GRK Καὶ ἔδωκαν ἀργύριον τοῖς λατόμοις καὶ τέκτοσι, καὶ ποτὰ καὶ βρωτὰ,
KJV And they gave unto the masons and carpenters money, meat, and drink, with cheerfulness.
55
GRK καὶ χάῤῥα τοῖς Σιδωνίοις καὶ Τυρίοις εἰς τὸ παράγειν αὐτοὺς ἐκ τοῦ Λιβάνου ξύλα κέδρινα, διαφέρειν σχεδίας εἰς τὸν Ἰόππης λιμένα, κατὰ τὸ πρόσταγμα τὸ γραφὲν αὐτοῖς παρὰ Κύρου τοῦ Περσῶν βασιλέως.
KJV Unto them of Zidon also and Tyre they gave carrs, that they should bring cedar trees from Libanus, which should be brought by floats to the haven of Joppa, according as it was commanded them by Cyrus king of the Persians.
56
GRK Καὶ τῷ δευτέρῳ ἔτει παραγενόμενος εἰς τὸ ἰερὸν τοῦ Θεοῦ εἰς Ἱερονσαλὴμ μηνὸς δευτέρου, ἤρξατο Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ, καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ, καὶ οἱ ἀδελφοὶ αὐτῶν, καὶ οἱ ἱερεῖς οἱ Λευῖται, καὶ πάντες οἱ παραγενόμενοι ἐκ τῆς αἰχμαλωσίας εἰς Ἱερουσαλὴμ,
KJV And in the second year and second month after his coming to the temple of God at Jerusalem began Zorobabel the son of Salathiel, and Jesus the son of Josedec, and their brethren, and the priests, and the Levites, and all they that were come unto Jerusalem out of the captivity:
57
GRK καὶ ἐθεμελίωσαν τὸν ναὸν τοῦ Θεοῦ τῇ νουμηνίᾳ τοῦ δευτέρου μηνὸς τοῦ δευτέρου ἔτους, ἐν τῷ ἐλθεῖν εἰς τὴν Ἰουδαίαν καὶ Ἱερουσαλήμ.
KJV And they laid the foundation of the house of God in the first day of the second month, in the second year after they were come to Jewry and Jerusalem.
58
GRK Καὶ ἔστησαν τοὺς Λευίτας ἀπὸ εἰκοσαετοῦς ἐπὶ τῶν ἔργων τοῦ Κυρίου· καὶ ἔστη Ἰησοῦς, καὶ οἱ υἱοὶ, καὶ οἱ ἀδελφοὶ, καὶ Καδμιὴλ ὁ ἀδελφὸς, καὶ οἱ υἱοὶ Ἠμαδαβοὺν, καὶ οἱ υἱοὶ Ἰωδὰ τοῦ Ἡλιαδοὺδ σὺν τοῖς υἱοῖς καὶ ἀδελφοῖς, πάντες οἱ Λευῖται ὁμοθυμαδὸν ἐργοδιῶκται, ποιοῦντες εἰς τὰ ἔργα ἐν τῷ οἴκῳ τοῦ Κυρίου· καὶ ᾠκοδόμησαν οἱ οἰκοδόμοι τὸν ναὸν τοῦ Κυριου.
KJV And they appointed the Levites from twenty years old over the works of the Lord. Then stood up Jesus, and his sons and brethren, and Cadmiel his brother, and the sons of Madiabun, with the sons of Joda the son of Eliadun, with their sons and brethren, all Levites, with one accord setters forward of the business, labouring to advance the works in the house of God. So the workmen built the temple of the Lord.
59
GRK Καὶ ἔστησαν οἱ ἱερεῖς ἐστολισμενοι μετὰ μουσικῶν καὶ σαλπίγγων,
KJV And the priests stood arrayed in their vestments with musical instruments and trumpets; and the Levites the sons of Asaph had cymbals,
60
GRK καὶ οἱ Λευῖται υἱοὶ Ἀσὰφ ἔχοντες τὰ κύμβαλα ὑμνοῦντες τῶ Κυρίῳ, καὶ εὐλογοῦντες κατὰ Δαυὶδ βασιλέα τοῦ Ἰσραήλ.
KJV Singing songs of thanksgiving, and praising the Lord, according as David the king of Israel had ordained.
61
GRK Καὶ ἐφώνησαν διʼ ὕμνων εὐλογοῦντες τῷ Κυρίῳ, ὅτι ἡ χρηστότης αὐτοῦ καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας ἐν παντὶ Ἰσραήλ.
KJV And they sung with loud voices songs to the praise of the Lord, because his mercy and glory is for ever in all Israel.
62
GRK Καὶ πᾶς ὁ λαὸς ἐσάλπισαν καὶ ἐβόησαν φωνῇ μεγάλῃ, ὑμνοῦντες τῷ Κυρίῳ ἐπὶ τῇ ἐγέρσει τοῦ οἴκου Κυρίου.
KJV And all the people sounded trumpets, and shouted with a loud voice, singing songs of thanksgiving unto the Lord for the rearing up of the house of the Lord.
63
GRK Καὶ ἤλθοσαν ἐκ τῶν ἱερεων τῶν Λευιτῶν καὶ τῶν προκαθημένων κατὰ τὰς πατριὰς αὐτῶν, οἱ πρεσβύτεροι οἱ ἑωρακότες τὸν πρὸ τούτου οἶκον, πρὸς τὴν τουτου οἰκοδομὴν μετὰ κλαυθμοῦ καὶ κραυγῆς μεγάλης,
KJV Also of the priests and Levites, and of the chief of their families, the ancients who had seen the former house came to the building of this with weeping and great crying.
64
GRK καὶ πολλοὶ διὰ σαλπιγγων καὶ χαρᾶς μεγάλῃ τῇ φωνῇ,
KJV But many with trumpets and joy shouted with loud voice,
65
GRK ὥστε τὸν λαὸν μὴ ἀκούειν τῶν σαλπίγγων διὰ τὸν κλαυθμὸν τοῦ λαοῦ· ὁ γὰρ ὄχλος ἦν ὁ σαλπίζων μεγάλως, ὥστε μακρόθεν ἀκούεσθαι.
KJV Insomuch that the trumpets might not be heard for the weeping of the people: yet the multitude sounded marvellously, so that it was heard afar off.
66
GRK Καὶ ἀκούσαντες οἱ ἑχθροί τῆς φυλῆς Ἰούδα καὶ Βενιαμὶν, ἤλθοσαν ἐπιγνῶναι τίς ἡ φωνὴ τῶν σαλπίγγων.
KJV Wherefore when the enemies of the tribe of Judah and Benjamin heard it, they came to know what that noise of trumpets should mean.
67
GRK Καὶ ἐπέγνωσαν ὅτι οἱ ἐκ τῆς αἰχμαλωσίας οἰκοδομοῦσι τὸν ναὸν τῷ Κυρίῳ Θεῷ Ἰσραήλ.
KJV And they perceived that they that were of the captivity did build the temple unto the Lord God of Israel.
68
GRK Καὶ προσελθόντες τῷ Ζοροβάβελ, καὶ Ἰησοῦ, καὶ τοῖς ἡγουμένοις τῶν πατριῶν, λέγουσιν αὐτοῖς, συνοικοδομήσωμεν ὑμῖν.
KJV So they went to Zorobabel and Jesus, and to the chief of the families, and said unto them, We will build together with you.
69
GRK Ὁμοίως γὰρ ὑμῖν ἀκούομεν τοῦ Κυρίου ὑμῶν, καὶ αὐτῷ ἐπιθύομεν ἀφʼ ἡμερῶν Ἀσβακαφὰς βασιλέως Ἀσσυρίων, ὃς μετήγαγεν ἡμᾶς ἐνταῦθα.
KJV For we likewise, as ye, do obey your Lord, and do sacrifice unto him from the days of Azbazareth the king of the Assyrians, who brought us hither.
70
GRK Καὶ εἶπεν αὐτοῖς Ζοροβάβελ καὶ Ἰησοῦς καὶ οἱ ἡγούμενοι τῶν πατριῶν τοῦ Ἰσραὴλ, οὐχ ἡμῖν καὶ ὑμῖν τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίῳ Θεῷ ἡμῶν.
KJV Then Zorobabel and Jesus and the chief of the families of Israel said unto them, It is not for us and you to build together an house unto the Lord our God.
71
GRK Ἡμεῖς γὰρ μόνοι οἰκοδομήσωμεν τῷ Κυρίῳ τοῦ Ἰσραὴλ, ἀκολούθως οἷς προσέταξεν ἡμῖν Κύρος ὁ βασιλεὺς Περσῶν.
KJV We ourselves alone will build unto the Lord of Israel, according as Cyrus the king of the Persians hath commanded us.
72
GRK Τὰ δὲ ἔθνη τῆς γῆς ἐπικοιμώμενα τοῖς ἐν τῇ Ἰουδαίᾳ καὶ πολιορκοῦντες, εἶργον τοῦ οἰκοδομεῖν,
KJV But the heathen of the land lying heavy upon the inhabitants of Judea, and holding them strait, hindered their building;
73
GRK καὶ βουλὰς δημαγωγοῦντες, καὶ συστάσεις ποιούμενοι, ἀπεκώλυσαν τοῦ ἀποτελεσθῆναι τὴν οἰκοδομὴν πάντα τὸν χρόνον τῆς ζωῆς τοῦ βασιλέως Κύρου· καὶ εἴρχθησαν τῆς οἰκοδομῆς ἔτη δύο ἕως τῆς Δαρείου βασιλείας.
KJV And by their secret plots, and popular persuasions and commotions, they hindered the finishing of the building all the time that king Cyrus lived: so they were hindered from building for the space of two years, until the reign of Darius.