Tap a Greek word for its lexicon entry; tap a KJV word to light up the word behind it.
GRK
Βασιλεύοντος Κύρου Περσῶν ἔτους πρώτου, εἰς συντέλειαν ῥήματος Κυρίου ἐν στόματι Ἱερεμίου,
KJV
In the first year of Cyrus king of the Persians, that the word of the Lord might be accomplished, that he had promised by the mouth of Jeremy;
GRK
ἤγειρε Κύριος τὸ πνεῦμα Κύρου βασιλέως Περσῶν, καὶ ἐκήρυξεν ἐν ὅλῃ τῇ βασιλείᾳ αὐτοῦ, καὶ ἅμα διὰ γραπτῶν, λέγων,
KJV
The Lord raised up the spirit of Cyrus the king of the Persians, and he made proclamation through all his kingdom, and also by writing,
GRK
τάδε λέγει ὁ βασιλεὺς Περσῶν Κῦρος, ἐμὲ ἀνέδειξε βασιλέα τῆς οἰκουμένης ὁ Κύριος τοῦ Ἰσραὴλ, Κύριος ὁ ὕψιστος.
KJV
Saying, Thus saith Cyrus king of the Persians; The Lord of Israel, the most high Lord, hath made me king of the whole world,
GRK
Καὶ ἐσήμῃνέ μοι οἰκοδομῆσαι αὐτῷ οἶκον ἐν Ἱερουσαλὴμ, τῇ ἐν τῇ Ἰουδαίᾳ.
KJV
And commanded me to build him an house at Jerusalem in Jewry.
GRK
Εἴ τις ἐστὶν οὖν ὑμῶν ἐκ τοῦ ἔθνους αὐτοῦ, ἔστω ὁ Κύριος αὐτοῦ μετʼ αὐτοῦ, καὶ ἀναβὰς εἰς τὴν Ἱερουσαλὴμ τὴν ἐν τῇ Ἰουδαίᾳ, οἰκοδομείτω τὸν οἶκον τοῦ Κυρίου τοῦ Ἰσραήλ· οὗ ὁ Κύριος, ὁ κατασκηνώσας ἐν Ἱερουσαλήμ.
KJV
If therefore there be any of you that are of his people, let the Lord, even his Lord, be with him, and let him go up to Jerusalem that is in Judea, and build the house of the Lord of Israel: for he is the Lord that dwelleth in Jerusalem.
GRK
Ὅσοι οὖν κατὰ τοὺς τόπους οἰκοῦσι, βοηθείτωσαν αὐτῷ οἱ ἐν τῷ τόπῳ αὐτοῦ, ἐν χρυσίῳ καὶ ἐν ἀργυρίῳ, ἐν δὀσεσι,
KJV
Whosoever then dwell in the places about, let them help him, those, I say, that are his neighbours, with gold, and with silver,
GRK
μεθʼ ἵππων καὶ κτηνῶν, σὺν τοῖς ἄλλοις τοῖς κατʼ εὐχὰς προστεθειμένοις εἰς τὸ ἱερὸν τοῦ Κυρίου τὸ ἐν Ἱερουσαλήμ.
KJV
With gifts, with horses, and with cattle, and other things, which have been set forth by vow, for the temple of the Lord at Jerusalem.
GRK
Καὶ καταστήσαντες οἱ ἀρχίφυλοι τῶν πατριῶν τῆς Ἰούδα καὶ Βενιαμὶν φυλῆς, καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται, καὶ πάντων ὧν ἤγειρε Κύριος τό πνεῦμα, ἀναβῆναι οἰκοδομῆσαι οἶκον τῷ Κυρίῳ τὸν ἐν Ἱερουσαλήμ·
KJV
Then the chief of the families of Judea and of the tribe of Benjamin stood up; the priests also, and the Levites, and all they whose mind the Lord had moved to go up, and to build an house for the Lord at Jerusalem,
GRK
καὶ οἱ περικύκλῳ αὐτῶν ἐβοήθησαν ἐν πᾶσιν, ἐν ἀργυρίῳ καὶ χρυσίῳ, ἵπποις, κτήνεσι, καὶ εὐχαῖς ὡς πλείσταις πολλῶν, ὧν ὁ νοῦς ἠγέρθη.
KJV
And they that dwelt round about them, and helped them in all things with silver and gold, with horses and cattle, and with very many free gifts of a great number whose minds were stirred up thereto.
GRK
Καὶ ὁ βασιλεὺς Κύρος ἐξήνεγκε τὰ ἱερὰ σκεύη τοῦ Κυρίου, ἃ μετήνεγκε Ναβουχοδονόσορ ἐξ Ἱερουσαλὴμ, καὶ ἀπηρείσατο αὐτὰ ἐν τῷ εἰδωλείῳ αὐτοῦ.
KJV
King Cyrus also brought forth the holy vessels, which Nabuchodonosor had carried away from Jerusalem, and had set up in his temple of idols.
GRK
Ἐξενέγκας δὲ αὐτὰ Κύρος ὁ βασιλεὺς Περσῶν παρέδωκεν αὐτὰ Μιθρδάτῃ τῷ ἑαυτοῦ γαζοφύλακι·
KJV
Now when Cyrus king of the Persians had brought them forth, he delivered them to Mithridates his treasurer:
GRK
Διὰ δὲ τούτου παρεδόθησαν Σαμανασσάρῳ προστάτῃ τῆς Ἰουδαίας.
KJV
And by him they were delivered to Sanabassar the governor of Judea.
GRK
Ὁ δὲ τούτων ἀριθμὸς ἦν, σπονδεῖα χρυσᾶ χίλια, σπονδεῖα ἀργυρᾶ χίλια, θυΐσκαι ἀργυραῖ εἰκοσιεννέα, φιάλαι χρυσαῖ τριάκοντα, ἀργυραῖ διοχίλιαι τετρακόσιαι δέκα, καὶ ἄλλα σκεύη χίλια.
KJV
And this was the number of them; A thousand golden cups, and a thousand of silver, censers of silver twenty nine, vials of gold thirty, and of silver two thousand four hundred and ten, and a thousand other vessels.
GRK
Τὰ δὲ πάντα σκεύη ἐκομίσθη, χρυσᾶ καὶ ἀργυρᾶ, πεντακισχίλια τετρακόσια ἑξηκονταεννέα.
KJV
So all the vessels of gold and of silver, which were carried away, were five thousand four hundred threescore and nine.
GRK
Ἀνηνέχθη δὲ ὑπὸ Σαμανασσάρον ἅμα τοῖς ἐκ τῆς αἰχμαλωσίας ἐκ Βαβυλῶνος εἰς Ἰερουσαλήμ.
KJV
These were brought back by Sanabassar, together with them of the captivity, from Babylon to Jerusalem.
GRK
Ἐν δὲ τοῖς ἐπὶ Ἀρταξέρξου τῶν Περσῶν βασιλέως χρόνοις κατέγραψαν αὐτῷ κατὰ τῶν κατοικούντων ἐν τῇ Ἰουδαίᾳ καὶ Ἱερουσαλὴμ, Βήλεμος, καὶ Μιθραδάτης, καὶ Ταβέλλιος, καὶ Ῥάθυμος, καὶ Βεέλτεθμος, καὶ Σαμέλλιος ὁ γραμματεὺς, καὶ οἱ λοιποὶ οἱ τούτοις συντασσόμενοι, οἰκοῦντες δὲ ἐν Σαμαρείᾳ καὶ τοῖς ἄλλοις τόποις, τὴν ὑπογεγραμμένην ἐπιστολήν·
KJV
But in the time of Artexerxes king of the Persians Belemus, and Mithridates, and Tabellius, and Rathumus, and Beeltethmus, and Semellius the secretary, with others that were in commission with them, dwelling in Samaria and other places, wrote unto him against them that dwelt in Judea and Jerusalem these letters following;
GRK
Βασιλεῖ Ἀρταξέρξῃ κυρίῳ οἱ παῖδές σου, Ῥάθυμος ὁ τὰ προσπίπτοντα, καὶ Σαμέλλιος ὁ γραμματεὺς, καὶ οἱ ἐπίλοιποι τῆς βουλῆς αὐτῶν, καὶ κριταὶ οἱ ἐν κοίλῃ Συρίᾳ καὶ Φοινίκῃ.
KJV
To king Artexerxes our lord, Thy servants, Rathumus the storywriter, and Semellius the scribe, and the rest of their council, and the judges that are in Celosyria and Phenice.
GRK
Καὶ νῦν γνωστὸν ἔστω τῷ κυρίῳ βασιλεῖ, ὅτι οἱ Ἰουδαῖοι ἀναβάντες παρʼ ὑμῶν πρὸς ἡμᾶς ἐλθόντες εἰς Ἱερουσαλήμ, τὴν πόλιν τήν ἀποστάτιν καὶ πονηρὰν, οἰκοδομοῦσι τάς τε ἀγορὰς αὐτῆς, καὶ τὰ τείχη θεραπεύουσι, καὶ ναὸν ὑποβάλλονται.
KJV
Be it now known to the lord king, that the Jews that are up from you to us, being come into Jerusalem, that rebellious and wicked city, do build the marketplaces, and repair the walls of it and do lay the foundation of the temple.
GRK
Ἐὰν οὖν ἡ πόλις αὕτη οἰκοδομηθῇ, καὶ τὰ τείχη συντελεσθῇ, φορολογίαν οὐ μὴ ὑπομείνωσι δοῦναι, ἀλλὰ καὶ βασιλεῦσιν ἀντιστήσονται.
KJV
Now if this city and the walls thereof be made up again, they will not only refuse to give tribute, but also rebel against kings.
GRK
Καὶ ἐπεὶ ἐνεργεῖται τὰ κατὰ τὸν ναὸν, καλῶς ἔχειν ὑπολαμβάνομεν μὴ ὑπεριδεῖν τὸ τοιοῦτο,
KJV
And forasmuch as the things pertaining to the temple are now in hand, we think it meet not to neglect such a matter,
GRK
ἀλλὰ προσφωνῆσαι τῷ κυρίῳ βασιλεῖ, ὅπως ἂν φαίνηταί σοι, ἐπισκεφθῇ ἐν τοῖς ἀπὸ τῶν πατέρων σου βιβλίοις.
KJV
But to speak unto our lord the king, to the intent that, if it be thy pleasure it may be sought out in the books of thy fathers:
GRK
Καὶ εὑρήσεις ἐν τοῖς ὑπομνηματισμοῖς γεγραμμένα περὶ τούτων, καὶ γνώσῃ ὅτι ἡ πόλις ἐκείνη ἦν ἀποστάτις,
KJV
And thou shalt find in the chronicles what is written concerning these things, and shalt understand that that city was rebellious, troubling both kings and cities:
GRK
καὶ βασιλεῖς καὶ πόλεις ἐνοχλοῦσα, καὶ οἱ Ἰουδαῖοι ἀποστάται καὶ πολιορκίας συνιστάμενοι ἐν αὐτῇ ἔτι ἐξ αἰῶνος, διʼ ἣν αἰτίαν καὶ ἡ πόλις αὕτη ἠρημώθη.
KJV
And that the Jews were rebellious, and raised always wars therein; for the which cause even this city was made desolate.
GRK
Νῦν οὖν ὑποδεικνύομέν σοι, κύριε βασιλεῦ, ὅτι ἐὰν ἡ πόλις αὕτη οἰκοδομηθῇ, καὶ τὰ ταύτης τείχη ἀνασταθῇ, κάθοδος οὐκ ἔτι σοι ἔσται εἰς κοίλην Συρίαν καὶ Φοινίκην.
KJV
Wherefore now we do declare unto thee, O lord the king, that if this city be built again, and the walls thereof set up anew, thou shalt from henceforth have no passage into Celosyria and Phenice.
GRK
Τότε ἀντέγραψεν ὁ βασιλεὺς Ῥαθύμῳ τῷ γράφοντι τὰ προσπίπτοντα, καὶ Βεελτέθμῳ, καὶ Σαμελλίῳ γραμματεῖ, καὶ τοῖς λοιποῖς τοῖς συντασσομένοις καὶ οἰκοῦσιν ἐν τῇ Σαμαρείᾳ, καὶ Συρίᾳ, καὶ Φοινίκῃ, τὰ ὑπογεγραμμένα.
KJV
Then the king wrote back again to Rathumus the storywriter, to Beeltethmus, to Semellius the scribe, and to the rest that were in commission, and dwellers in Samaria and Syria and Phenice, after this manner;
GRK
Ἀνέγνων τὴν ἐπιστολὴν ἣν πεπόμφατε πρὸς μέ· ἐπέταξα οὖν ἐπισκέψασθαι· καὶ εὑρέθη ὅτι ἡ πόλις ἐκείνη ἐστὶν ἐξ αἰῶνος βασιλεῦσιν ἀντιπαρατάσσουσα,
KJV
I have read the epistle which ye have sent unto me: therefore I commanded to make diligent search, and it hath been found that that city was from the beginning practising against kings;
GRK
καὶ οἱ ἄνθρωποι ἀποστάσεις καὶ πολέμους ἐν αὐτῇ συντελοῦντες, καὶ βασιλεῖς ἰσχυροὶ καὶ σκληροὶ ἦσαν ἐν Ἱερουσαλὴμ κυριεύοντες καὶ φορολογοῦντες κοίλην Συρίαν καὶ Φοινίκην.
KJV
And the men therein were given to rebellion and war: and that mighty kings and fierce were in Jerusalem, who reigned and exacted tributes in Celosyria and Phenice.
GRK
Νῦν οὖν ἐπέταξα ἀποκωλῦσαι τοὺς ἀνθρώπους ἐκείνους τοῦ οἰκοδομῆσαι τὴν πόλιν, καὶ προνοηθῆναι ὅπως μηδὲν παρὰ ταῦτα γένηται.
KJV
Now therefore I have commanded to hinder those men from building the city, and heed to be taken that there be no more done in it;
GRK
Καὶ μὴ προβῇ ἐπὶ πλεῖον τὰ τῆς κακίας εἰς τὸ βασιλεῖς ἐνοχλῆσαι.
KJV
And that those wicked workers proceed no further to the annoyance of kings,
GRK
Τότε ἀναγνωσθέντων τῶν παρὰ τοῦ βασιλέως Ἀρταξέρξου γραφέντων, Ῥάθυμος, καὶ Σαμέλλιος ὁ γραμματεὺς, καὶ οἱ τούτοις συντασσόμενοι, ἀναζεύξαντες εἰς Ἱερουσαλὴμ κατὰ σπουδὴν μεθʼ ἵππου καὶ ὄχλου παρατάξεως, ἤρξαντο κωλύειν τοὺς οἰκοδομοῦντας, καὶ ἤργει ἡ οἰκοδομὴ τοῦ ἱεροῦ τοῦ ἐν Ἱερουσαλὴμ μέχρι τοῦ δευτέρου ἔτους τῆς βασιλείας Δαρείου τοῦ Περσῶν βασιλέως.
KJV
Then king Artexerxes his letters being read, Rathumus, and Semellius the scribe, and the rest that were in commission with them, removing in haste toward Jerusalem with a troop of horsemen and a multitude of people in battle array, began to hinder the builders; and the building of the temple in Jerusalem ceased until the second year of the reign of Darius king of the Persians.