Parallel

Tap a Greek word for its lexicon entry; tap a KJV word to light up the word behind it.

1
GRK Γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμῖν, ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε
KJV Moreover, brethren, I declare unto you the gospel which I preached unto you, which also ye have received, and wherein ye stand;
2
GRK δι᾽ οὗ καὶ σῴζεσθε, τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν εἰ κατέχετε, ἐκτὸς εἰ μὴ εἰκῇ ἐπιστεύσατε.
KJV By which also ye are saved, if ye keep in memory what I preached unto you, unless ye have believed in vain.
3
GRK παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις ὃ καὶ παρέλαβον ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφὰς
KJV For I delivered unto you first of all that which I also received, how that Christ died for our sins according to the scriptures;
4
GRK καὶ ὅτι ἐτάφη καὶ ὅτι ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς γραφὰς
KJV And that he was buried, and that he rose again the third day according to the scriptures:
5
GRK καὶ ὅτι ὤφθη Κηφᾷ, εἶτα τοῖς δώδεκα.
KJV And that he was seen of Cephas, then of the twelve:
6
GRK ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ ἐξ ὧν οἱ πλείους μένουσιν ἕως ἄρτι, τινὲς δὲ καὶ ἐκοιμήθησαν.
KJV After that, he was seen of above five hundred brethren at once; of whom the greater part remain unto this present, but some are fallen asleep.
7
GRK ἔπειτα ὤφθη Ἰακώβῳ, εἶτα τοῖς ἀποστόλοις πᾶσιν.
KJV After that, he was seen of James; then of all the apostles.
8
GRK ἔσχατον δὲ πάντων ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη κἀμοί.
KJV And last of all he was seen of me also, as of one born out of due time.
9
GRK ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ θεοῦ·
KJV For I am the least of the apostles, that am not meet to be called an apostle, because I persecuted the church of God.
10
GRK χάριτι δὲ θεοῦ εἰμι ὅ εἰμι, καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη, ἀλλὰ περισσότερον αὐτῶν πάντων ἐκοπίασα, οὐκ ἐγὼ δέ, ἀλλ᾽ ἡ χάρις τοῦ θεοῦ ἡ σὺν ἐμοί.
KJV But by the grace of God I am what I am: and his grace which was bestowed upon me was not in vain; but I laboured more abundantly than they all: yet not I, but the grace of God which was with me.
11
GRK εἴτε οὖν ἐγὼ εἴτε ἐκεῖνοι, οὕτως κηρύσσομεν καὶ οὕτως ἐπιστεύσατε.
KJV Therefore whether it were I or they, so we preach, and so ye believed.
12
GRK Εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσιν τινες ἐν ὑμῖν ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν;
KJV Now if Christ be preached that he rose from the dead, how say some among you that there is no resurrection of the dead?
13
GRK εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ Χριστὸς ἐγήγερται·
KJV But if there be no resurrection of the dead, then is Christ not risen:
14
GRK εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα τὸ κήρυγμα ἡμῶν, κενὴ δὲ καὶ ἡ πίστις ὑμῶν.
KJV And if Christ be not risen, then is our preaching vain, and your faith is also vain.
15
GRK εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ θεοῦ, ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ θεοῦ ὅτι ἤγειρεν τὸν Χριστὸν ὃν οὐκ ἤγειρεν εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται·
KJV Yea, and we are found false witnesses of God; because we have testified of God that he raised up Christ: whom he raised not up, if so be that the dead rise not.
16
GRK εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται·
KJV For if the dead rise not, then is not Christ raised:
17
GRK εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, ματαία ἡ πίστις ὑμῶν ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν·
KJV And if Christ be not raised, your faith is vain; ye are yet in your sins.
18
GRK ἄρα καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ ἀπώλοντο.
KJV Then they also which are fallen asleep in Christ are perished.
19
GRK εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμὲν ἐν Χριστῷ μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμὲν
KJV If in this life only we have hope in Christ, we are of all men most miserable.
20
GRK Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο.
KJV But now is Christ risen from the dead, and become the firstfruits of them that slept.
21
GRK Ἐπειδὴ γὰρ δι᾽ ἀνθρώπου ὁ θάνατος καὶ δι᾽ ἀνθρώπου ἀνάστασις νεκρῶν.
KJV For since by man came death, by man came also the resurrection of the dead.
22
GRK ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν, οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζῳοποιηθήσονται.
KJV For as in Adam all die, even so in Christ shall all be made alive.
23
GRK ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι· ἀπαρχὴ Χριστός, ἔπειτα οἱ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ·
KJV But every man in his own order: Christ the firstfruits; afterward they that are Christ’s at his coming.
24
GRK εἶτα τὸ τέλος, ὅταν παραδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν·
KJV Then cometh the end, when he shall have delivered up the kingdom to God, even the Father; when he shall have put down all rule and all authority and power.
25
GRK δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις οὗ ἄν θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ.
KJV For he must reign, till he hath put all enemies under his feet.
26
GRK ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος.
KJV The last enemy that shall be destroyed is death.
27
GRK πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ· ὅταν δὲ εἴπῃ ὅτι πάντα ὑποτέτακται, δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα·
KJV For he hath put all things under his feet. But when he saith all things are put under him, it is manifest that he is excepted, which did put all things under him.
28
GRK ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν.
KJV And when all things shall be subdued unto him, then shall the Son also himself be subject unto him that put all things under him, that God may be all in all.
29
GRK Ἐπεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν; εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται· τί καὶ βαπτίζονται ὑπὲρ τῶν νεκρῶν
KJV Else what shall they do which are baptized for the dead, if the dead rise not at all? why are they then baptized for the dead?
30
GRK τί καὶ ἡμεῖς κινδυνεύομεν πᾶσαν ὥραν;
KJV And why stand we in jeopardy every hour?
31
GRK καθ᾽ ἡμέραν ἀποθνῄσκω, νὴ τὴν ὑμετέραν καύχησιν, ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν.
KJV I protest by your rejoicing which I have in Christ Jesus our Lord, I die daily.
32
GRK εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν Ἐφέσῳ, τί μοι τὸ ὄφελος; εἰ νεκροὶ οὐκ ἐγείρονται, φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν.
KJV If after the manner of men I have fought with beasts at Ephesus, what advantageth it me, if the dead rise not? let us eat and drink; for to morrow we die.
33
GRK μὴ πλανᾶσθε· φθείρουσιν ἤθη χρησθ᾽ ὁμιλίαι κακαί.
KJV Be not deceived: evil communications corrupt good manners.
34
GRK ἐκνήψατε δικαίως καὶ μὴ ἁμαρτάνετε· ἀγνωσίαν γὰρ θεοῦ τινες ἔχουσιν· πρὸς ἐντροπὴν ὑμῖν λέγω
KJV Awake to righteousness, and sin not; for some have not the knowledge of God: I speak this to your shame.
35
GRK Ἀλλ᾽ ἐρεῖ τις· πῶς ἐγείρονται οἱ νεκροί; ποίῳ δὲ σώματι ἔρχονται;
KJV But some man will say, How are the dead raised up? and with what body do they come?
36
GRK Ἄφρον, σὺ ὃ σπείρεις, οὐ ζῳοποιεῖται ἐὰν μὴ ἀποθάνῃ·
KJV Thou fool, that which thou sowest is not quickened, except it die:
37
GRK καὶ ὃ σπείρεις, οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις ἀλλὰ γυμνὸν κόκκον, εἰ τύχοι, σίτου ἤ τινος τῶν λοιπῶν·
KJV And that which thou sowest, thou sowest not that body that shall be, but bare grain, it may chance of wheat, or of some other grain:
38
GRK ὁ δὲ θεὸς αὐτῷ δίδωσιν σῶμα καθὼς ἠθέλησεν καὶ ἑκάστῳ τῶν σπερμάτων τὸ ἴδιον σῶμα.
KJV But God giveth it a body as it hath pleased him, and to every seed his own body.
39
GRK Οὐ πᾶσα σὰρξ ἡ αὐτὴ σὰρξ ἀλλὰ ἄλλη μὲν σὰρξ ἀνθρώπων, ἄλλη δὲ σὰρξ κτηνῶν, ἄλλη δὲ ἰχθύων. ἄλλη δὲ πτηνῶν,
KJV All flesh is not the same flesh: but there is one kind of flesh of men, another flesh of beasts, another of fishes, and another of birds.
40
GRK καὶ σώματα ἐπουράνια καὶ σώματα ἐπίγεια· ἀλλ᾽ ἑτέρα μὲν ἡ τῶν ἐπουρανίων δόξα, ἑτέρα δὲ ἡ τῶν ἐπιγείων.
KJV There are also celestial bodies, and bodies terrestrial: but the glory of the celestial is one, and the glory of the terrestrial is another.
41
GRK ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ.
KJV There is one glory of the sun, and another glory of the moon, and another glory of the stars: for one star differeth from another star in glory.
42
GRK Οὕτως καὶ ἡ ἀνάστασις τῶν νεκρῶν. σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ·
KJV So also is the resurrection of the dead. It is sown in corruption; it is raised in incorruption:
43
GRK σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει·
KJV It is sown in dishonour; it is raised in glory: it is sown in weakness; it is raised in power:
44
GRK σπείρεται σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν. ἔστιν σῶμα ψυχικόν, καὶ ἔστιν σῶμα πνευματικόν.
KJV It is sown a natural body; it is raised a spiritual body. There is a natural body, and there is a spiritual body.
45
GRK οὕτως καὶ γέγραπται· ἐγένετο ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν· ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζῳοποιοῦν.
KJV And so it is written, The first man Adam was made a living soul; the last Adam was made a quickening spirit.
46
GRK ἀλλ᾽ οὐ πρῶτον τὸ πνευματικὸν ἀλλὰ τὸ ψυχικόν, ἔπειτα τὸ πνευματικόν.
KJV Howbeit that was not first which is spiritual, but that which is natural; and afterward that which is spiritual.
47
GRK Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός, ὁ δεύτερος ἄνθρωπος ὁ κύριος ἐξ οὐρανοῦ.
KJV The first man is of the earth, earthy: the second man is the Lord from heaven.
48
GRK οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι·
KJV As is the earthy, such are they also that are earthy: and as is the heavenly, such are they also that are heavenly.
49
GRK καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου.
KJV And as we have borne the image of the earthy, we shall also bear the image of the heavenly.
50
GRK Τοῦτο δέ φημι, ἀδελφοί, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ κληρονομῆσαι οὐ δύνανται οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ.
KJV Now this I say, brethren, that flesh and blood cannot inherit the kingdom of God; neither doth corruption inherit incorruption.
51
GRK ἰδοὺ μυστήριον ὑμῖν λέγω· πάντες μὲν οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα
KJV Behold, I shew you a mystery; We shall not all sleep, but we shall all be changed,
52
GRK ἐν ἀτόμῳ ἐν ῥιπῇ ὀφθαλμοῦ ἐν τῇ ἐσχάτῃ σάλπιγγι· σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα.
KJV In a moment, in the twinkling of an eye, at the last trump: for the trumpet shall sound, and the dead shall be raised incorruptible, and we shall be changed.
53
GRK δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν.
KJV For this corruptible must put on incorruption, and this mortal must put on immortality.
54
GRK ὅταν δὲ τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν, τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος· κατεπόθη ὁ θάνατος εἰς νῖκος.
KJV So when this corruptible shall have put on incorruption, and this mortal shall have put on immortality, then shall be brought to pass the saying that is written, Death is swallowed up in victory.
55
GRK ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾍδη τὸ νῖκος;
KJV O death, where is thy sting? O grave, where is thy victory?
56
GRK τὸ δὲ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία, ἡ δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος.
KJV The sting of death is sin; and the strength of sin is the law.
57
GRK Τῷ δὲ θεῷ χάρις τῷ διδόντι ἡμῖν τὸ νῖκος διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
KJV But thanks be to God, which giveth us the victory through our Lord Jesus Christ.
58
GRK ὥστε, ἀδελφοί μου ἀγαπητοί, ἑδραῖοι γίνεσθε, ἀμετακίνητοι, περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ κυρίου πάντοτε, εἰδότες ὅτι ὁ κόπος ὑμῶν οὐκ ἔστιν κενὸς ἐν κυρίῳ.
KJV Therefore, my beloved brethren, be ye stedfast, unmoveable, always abounding in the work of the Lord, forasmuch as ye know that your labour is not in vain in the Lord.