Parallel

Tap a Greek word for its lexicon entry; tap a KJV word to light up the word behind it.

1
GRK Περὶ δὲ τῶν πνευματικῶν, ἀδελφοί, οὐ θέλω ὑμᾶς ἀγνοεῖν.
KJV Now concerning spiritual gifts, brethren, I would not have you ignorant.
2
GRK οἴδατε ὅτι ἔθνη ἦτε πρὸς τὰ εἴδωλα τὰ ἄφωνα ὡς ἂν ἤγεσθε ἀπαγόμενοι.
KJV Ye know that ye were Gentiles, carried away unto these dumb idols, even as ye were led.
3
GRK διὸ γνωρίζω ὑμῖν ὅτι οὐδεὶς ἐν πνεύματι θεοῦ λαλῶν λέγει· ἀνάθεμα Ἰησοῦν καὶ οὐδεὶς δύναται εἰπεῖν· Κύριον Ἰησοῦν εἰ μὴ ἐν πνεύματι ἁγίῳ.
KJV Wherefore I give you to understand, that no man speaking by the Spirit of God calleth Jesus accursed: and that no man can say that Jesus is the Lord, but by the Holy Ghost.
4
GRK διαιρέσεις δὲ χαρισμάτων εἰσίν, τὸ δὲ αὐτὸ πνεῦμα·
KJV Now there are diversities of gifts, but the same Spirit.
5
GRK καὶ διαιρέσεις διακονιῶν εἰσιν, καὶ ὁ αὐτὸς κύριος·
KJV And there are differences of administrations, but the same Lord.
6
GRK καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτὸς ἐστιν θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν.
KJV And there are diversities of operations, but it is the same God which worketh all in all.
7
GRK Ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμφέρον.
KJV But the manifestation of the Spirit is given to every man to profit withal.
8
GRK ᾧ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα,
KJV For to one is given by the Spirit the word of wisdom; to another the word of knowledge by the same Spirit;
9
GRK ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ πνεύματι, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ αὐτῷ πνεύματι,
KJV To another faith by the same Spirit; to another the gifts of healing by the same Spirit;
10
GRK ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ δὲ προφητεία, ἄλλῳ δὲ διακρίσεις πνευμάτων, ἑτέρῳ δὲ γένη γλωσσῶν, ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν·
KJV To another the working of miracles; to another prophecy; to another discerning of spirits; to another divers kinds of tongues; to another the interpretation of tongues:
11
GRK πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.
KJV But all these worketh that one and the selfsame Spirit, dividing to every man severally as he will.
12
GRK Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστιν καὶ μέλη ἔχει, πολλὰ πάντα δὲ τὰ μέλη τοῦ σώματος τοῦ ἑνός πολλὰ ὄντα ἕν ἐστιν σῶμα, οὕτως καὶ ὁ Χριστός.
KJV For as the body is one, and hath many members, and all the members of that one body, being many, are one body: so also is Christ.
13
GRK καὶ γὰρ ἐν ἑνὶ πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι εἴτε Ἕλληνες εἴτε δοῦλοι εἴτε ἐλεύθεροι, καὶ πάντες εἰς ἓν πνεῦμα ἐποτίσθημεν.
KJV For by one Spirit are we all baptized into one body, whether we be Jews or Gentiles, whether we be bond or free; and have been all made to drink into one Spirit.
14
GRK καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος ἀλλὰ πολλά.
KJV For the body is not one member, but many.
15
GRK ἐὰν εἴπῃ ὁ πούς· ὅτι οὐκ εἰμὶ χείρ, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος;
KJV If the foot shall say, Because I am not the hand, I am not of the body; is it therefore not of the body?
16
GRK καὶ ἐὰν εἴπῃ τὸ οὖς· ὅτι οὐκ εἰμὶ ὀφθαλμός, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος;
KJV And if the ear shall say, Because I am not the eye, I am not of the body; is it therefore not of the body?
17
GRK εἰ ὅλον τὸ σῶμα ὀφθαλμός, ποῦ ἡ ἀκοή; εἰ ὅλον ἀκοή, ποῦ ἡ ὄσφρησις;
KJV If the whole body were an eye, where were the hearing? If the whole were hearing, where were the smelling?
18
GRK νυνὶ δὲ ὁ θεὸς ἔθετο τὰ μέλη, ἓν ἕκαστον αὐτῶν ἐν τῷ σώματι καθὼς ἠθέλησεν.
KJV But now hath God set the members every one of them in the body, as it hath pleased him.
19
GRK εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα;
KJV And if they were all one member, where were the body?
20
GRK νῦν δὲ πολλὰ μὲν μέλη, ἓν δὲ σῶμα.
KJV But now are they many members, yet but one body.
21
GRK οὐ δύναται δὲ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί· χρείαν σου οὐκ ἔχω, ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσίν· χρείαν ὑμῶν οὐκ ἔχω·
KJV And the eye cannot say unto the hand, I have no need of thee: nor again the head to the feet, I have no need of you.
22
GRK ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν ἀναγκαῖά ἐστιν,
KJV Nay, much more those members of the body, which seem to be more feeble, are necessary:
23
GRK καὶ ἃ δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ σώματος, τούτοις τιμὴν περισσοτέραν περιτίθεμεν, καὶ τὰ ἀσχήμονα ἡμῶν εὐσχημοσύνην περισσοτέραν ἔχει·
KJV And those members of the body, which we think to be less honourable, upon these we bestow more abundant honour; and our uncomely parts have more abundant comeliness.
24
GRK τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν ἔχει. ἀλλ᾽ ὁ θεὸς συνεκέρασεν τὸ σῶμα τῷ ὑστεροῦντι περισσοτέραν δοὺς τιμήν,
KJV For our comely parts have no need: but God hath tempered the body together, having given more abundant honour to that part which lacked:
25
GRK ἵνα μὴ ᾖ σχίσμα ἐν τῷ σώματι, ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσιν τὰ μέλη·
KJV That there should be no schism in the body; but that the members should have the same care one for another.
26
GRK καὶ εἴτε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη.
KJV And whether one member suffer, all the members suffer with it; or one member be honoured, all the members rejoice with it.
27
GRK Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους.
KJV Now ye are the body of Christ, and members in particular.
28
GRK καὶ οὓς μὲν ἔθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, εἶτα χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν.
KJV And God hath set some in the church, first apostles, secondarily prophets, thirdly teachers, after that miracles, then gifts of healings, helps, governments, diversities of tongues.
29
GRK μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; μὴ πάντες διδάσκαλοι; μὴ πάντες δυνάμεις;
KJV Are all apostles? are all prophets? are all teachers? are all workers of miracles?
30
GRK μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; μὴ πάντες γλώσσαις λαλοῦσιν; μὴ πάντες διερμηνεύουσιν;
KJV Have all the gifts of healing? do all speak with tongues? do all interpret?
31
GRK ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ κρείττονα Καὶ ἔτι καθ᾽ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι.
KJV But covet earnestly the best gifts: and yet shew I unto you a more excellent way.